Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἔδοξέ μοι γράψαι ἐπιστολάς, τὴν μὲν ἑτέραν μᾶλλόν σεμνυνομένην, τὴν δὲ τῶν κατ’ οἶκον εἰθισμένων λέγεσθαι τρόπον· καὶ γὰρ ἐνεθυμήθην ὅτι δοκοῦσιν ἐνίοτε συμβαίνειν ἀκαιρίαι τοῦ λαμβάνειν τὰ ἐπεσταλμένα. ὁτὲ μὲν γὰρ τυγχάνει ἅτερος ἡμῶν σπουδάζων, ἔστι δ’ ὅτε πρὸς παιδιὰν ἀνειμένος καὶ ἱλαρώτερον ἔχων, τῷ τὲ παρρησίαν ἄγειν ἁπλῶς ἡδόμενος. πρῶτον μὲν οὖν συγχαίρω Συρακουσίοις ὅτι πέπαυνται τὸν χοῖρον ἴακχον καλοῦντες καὶ τὸν βοῦν γαρόταν καὶ βαλλάντια τὰ ἀκόντια, καρποτόκον τε μῆνα, ὅτι καρπὸς ἐν αὐτῷ γίνεται, καὶ τὰ εἰς Δελφοὺς πεμφθέντα ἀναγράψαι τὰ σοφά, ἐφ’ οἷς ἔοικεν ὁ Ἀπόλλων οὐχ ὡς πατὴρ διατεθῆναι ἀκούσας καὶ τὸ ἁμάξιον ἰδὼν τὸ ἐν τῷ ἰπποδρόμῳ περιτρέχον αὐτόματον, ἀλλά μοι δοκεῖ βουληθῆναι παῦσαι ἀφικνούμενον αὐτὸν τοιαῦτα θεωρήματα. ὀρθῶς οὖν ἔχει ἴσως τῶν καλῶν γενομένους θεοφιλήτους νομίζειν. ἐγὼ δὲ οὔπω σε μιμνήσκω τῆς ἐπιστολῆς ἣν ἔγραψας πρὸς ἐμέ, ὅτι αἴτιος εἴην ἐγὼ τοῦ ἐπιμεληθῆναι τὴν πρᾶξιν ταύτην καὶ μὴ ἀνεθῆναι, καὶ ἔφης καλῶς ποιεῖν, εἰ καὶ αὐτὸς ἀνεχοίμην ἀπορίας καὶ πραγματείας. ἕτερος μὲν οὖν ἄν τις εὐθέως μεμνημένος ἐπιστολὰς ἔπεμπε πρὸς σὲ νῦν, κελεύων ἐκείνων μεμνῆσθαι, ἐγὼ δὲ καιρὸν τηρήσας τότε ἐπιστελῶ. πάνυ δὲ πολλοῦ ἐτιμησάμην ἂν ἀπὸ μηχανῆς θεωρεῖν πότερον ἐκεῖνο τὸ σχῆμα διατελεῖς ἔχων ἢ γέγονας ἡμῖν σεμνός τε καὶ αὐθάδης, ὅτι διαλέγεται περὶ σοῦ τὰ παιδία ἐν ταῖς ὁδοῖς καὶ Πολύξενος ἐν τοῖς πορθμείοις καθήμενος καὶ οἱ ποιμένες ἐν τοῖς ὄρεσι. τουτὶ τὸ νεανικόν ἐστι καὶ ἀγητόν; οὐ δήπου. ἀλλὰ νῦν δείξεις οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασιν ἀδικίας ἀνέχοντες, ὅθεν δὴ γίνεται πάντα τὰ καλά. καὶ τὴν ἀκαδήμειαν κοσμήσεις, ὥστε κλέος αὐτῆς εἶναι ὅσον τ’ ἐπικίδναται ἠώς. ἐμοὶ δὲ χεῖρες μὲν καὶ πόδες φύσονται πλείονες ἢ τῷ Γηρυόνῃ· τόν τε γὰρ Φιλιστίωνα ἀποπέμψετε καὶ ἄλλον ὅντινα τρόπον δυνατόν ἐστι τὴν δύναμίν μου αὐξήσετε. ἀπότεμψον δέ μοι μίαν * *  Μοίριδος καὶ Ἐχεκράτους πυθόμενος τὰς παρὰ Διονυσίῳ συνουσίας· πάνυ γὰρ ἀξιηκόους αὐτὰς οἴομαι

εἶναι ἀνδρὸς Φοίβου κοινώμασι βλαστόντος. ἐπίστελλε δὲ καὶ εἴ που δεῖ ἐπιμελεῖσθαι τῶν ἐνθάδε ἢ ἰδίᾳ πρὸς τὴν πόλιν ἢ καὶ εἴ ποθεν ἄλλοθεν συμπαρασκευασάμενος, ὡς ἕτοιμοί εἰσιν οἵπερ συναπέστελλον ὑμᾶς. γίνωσκε δὲ ὅτι πολλοὺς οἶμαι φανεῖσθαι τοὺς ἑτοίμους ὄντας συνεπιμελεῖσθαι τῶν ὑπαρχόντων, ἐάν σοι φαίνηται τὰ παρ’ ἡμῶν κατὰ τὸ προσῆκον ὑφηγούμενα. τὰ δὲ παρ’ ἡμῖν ἔχει παραπλησίως ὥσπερ καὶ ὑμῶν ἐπιδημούντων. ἔρρωσο.

Βούλομαί σοι μετὰ παιδιᾶς παρρησιάσασθαι, ἐπειδὴ καὶ σὺ περὶ ἐμοῦ προεισβέβληκας τῷ τρόπῳ τούτῳ. λέγω δή σοι εὖ πράττειν, εἰ ἄρα τοῦτό ἐστι τοῦ χαίρειν ἄμεινον, ὡς οὐκ ἔστιν. ἀλλὰ τῷ μὲν ἥδεσθαι ὦ Λασθένεια καὶ Σπεύσιππος χρῆται, αἴτιος τοῦ ἐς Σικελίαν στόλου ὁμολογῶν εἶναι, καὶ πλείονας τοῦ Γηρυόνου χεῖρας καὶ πόδας ἕξων, μᾶλλον δὲ τοῦ Βριάρεω, ἐάν σοι Φιλιστίων ὁ ἰατρὸς ἀφίκηται. καὶ τἄλλα, ὅσα ἐπὶ τῷ Γαρότᾳ, περὶ οὗ σὺ εὐμαρῶς ἅτε σοφὸς ὢν ἐξηπατήθης ὡς ἔγωγε ὠνόμασα· ἅτε γὰρ οἶμαι ἐν τῷ ἥπατι τῆς Ἑλλάδος κατοικοῦντά σε οὐδὲν λέληθε. συνήδομαι δὲ τοῖς Ἀθηναίοις, εἰ μὴ ἀνάγκη αὐτοῖς ἔσται τὸν σοφιστὴν σοφὸν καλεῖν, μηδὲ τοὺς θεοῖσιν ἐχθρούς, νεκροῖσι δὲ φίλους τιμᾶν, μηδὲ τὰ περὶ τοῦ ἀγαθοῦ φενακίσματα θαυμάζειν, μηδὲ τὸ ἁμάξιον θεωρεῖν, ἐφ’ ᾧ σὺ ἐκπορεύῃ. καὶ εἰ μὴ ἀποπορεύῃ, ὅπως μὴ τὰς θύρας ἐμπίπρῃς τῶν γειτόνων, μηδὲ καταδείξῃς τὴν τῶν σατύρων σοφίαν, ἣν πρὸς ἐμέ ποτε συμπίνων ἐν Ἰταλίᾳ ἐπηγγέλλου, μηδὲ ὅτι δένδρα μὲν ἅπαντά ἐστιν, ἕτερον δὲ συκῆ καὶ μυρρίνη καὶ δάφνη, ἐφ’ οἷς μέγα φρονοῦσιν οἱ τρισάθλιοι. ἤδη γὰρ ἐνθουσιάζω τε καὶ ἐπισκοπῶ τὸ θεῖον ὡς δίκαιον κακὸν ἐπράξατο. κέλευσον δέ μοι Πολύξενόν τε καὶ τοὺς ἑταίρους καὶ τὰ γραΐδια καὶ τοὺς νομεῖς γράψαι τὰς παρ’ ὑμῖν συνουσίας· πάνυ γὰρ οἴομαι αὐτὰς ἀξιηκόους εἶναι ἀνδρὸς Κέκροπος κοινώμασι βλαστόντος, ᾧ σὺ οὐχ ὡς πάτριον ἐχαρίσω, ἀλλ’ ὡς μὴ χραίνοις τὰ ἱερεῖα, παναπόπληκτος ἐγένου, νόσων τε .............. ἵνα δὲ ἐπίσχῃς τὰ κατ’ οἶκον ἐπιστόλια εὐτραπέλως γράφων οὕνεκεν τοῦ εὐκαταφρονήτου ἀργυριδίου δι’ ὅπερ καὶ ὑμεῖς Ἑρμείαν κολακεύοντες τολμᾶτε θεραπεύειν. ἐπὶ δὲ ταῖς παροιμίαις τε καὶ παραβολαῖς, αἷς χαίρετε, τοιοῦτόν τι βούλομαι εἰπεῖν. φασὶ γὰρ Ἴωνάς τινας εἰς Λακεδαίμονα ἀφικομένους ἀσχημονῆσαί τι τῶν οὐκ ἐννόμων, τοὺς ἐφόρους δὲ καὶ γέροντας δεινῶς φιλοτιμηθῆναι καὶ ἐξευρεῖν αὐτούς. φοβεῖσθαι οὖν σφόδρα τοὺς ἁλόντας, ἐπεὶ ἤγοντο εἰς τὴν ἀγοράν, τοὺς δὲ Λακεδαιμονίους ἀνακηρῦξαι ὡδί πως αὐτοῦ κέλονται τοὶ ἔφοροι καὶ τοὺς μὲν ἰατροὺς ἔτι πονηροτέρους ἦμεν καὶ μέχρι μὲν τούτων ἴσασι τί ἴσον ἔχοιμεν. ἐὰν δὲ τὰ ἄλλα σωφρονήσῃς, κἀγώ σοι συσσωφρονήσω.

Ταῦτά ἐστιν ἃ Ἄδραστος παρὰ Κλεινία ἔλαβεν. ὡς ἐμὶν δὲ δοκεῖ, ταῦτα οὐκ ἄξια εἰ μὲν ὑφαμεωνότους κατυχὼν ῥιπτεῖσθαι τοσοῦτον χρόνον φυλαχθέντα οὕτως ἐμῶν ἕνεκα. οὐδὲ τῷ ἀλαζόνι εἴκω, ἀλλ’ ἐμὶν δοκέει ἐν δέοντι τυχόντα μὲν ἀνδρὸς νέω καὶ φυλακτικῶ ὑπεροφθέντα κακὸν ῥάψαι ἐς τὸν ὑπεροπτεύσαντα, ὃς διὰ τὴν δύναμιν μὲν φιλοσοφοῦντα τῷ πάθει δὲ μηδὲ τῷ ἤθει. καὶ ὅστις ἄγαν φαμὲν καὶ ὀργανικῶν καὶ ἐνυπνίων τῶν πάντα πέπτη ἐν μεστὸς εἴη καὶ οὗτος πραγματωδέστερος καὶ γένοιτο αὐτὸς αὐτῶν. ὅστις δὲ ποτὶ πάντα φέρεται κοσμηθεὶς ὑποτάξιός τινος τῶν τοιούτων, ἐννοώτερος καὶ εἴη τῷ θείῳ. συνοπαδὸς δέ μοι ἐσσὶ κατὰ φιλοσοφίαν, ὡς οὐκ ἄλλο τι οὐδὲν δεῖ λέγειν, ὅτι ἀσπάζομαί τυ. ἀλλ’ ἔρρωσο.