Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Εὔφρονι τῷ Μεγαρεῖ ἔδωκα ἀλφίτων χοίνικας ἓξ καὶ δραχμὰς ὀκτὼ καὶ ἐξωμίδα καινήν, τὸ χεῖμά σοι διαγαγεῖν. ταῦτα οὖν λάβε καὶ ἴσθι Εὐκλείδην καὶ Τερψίωνα πάνυ καλώ τε κἀγαθὼ ἄνδρε καὶ σοί τε καὶ Σωκράτει εὔνω. ἡνίκα δ’ ἂν οἱ παῖδες ἐθέλοιεν παρ’ ἡμᾶς ἰέναι, μὴ κώλυε· οὐ γὰρ πόρρω ἐστὶν ἰέναι εἰς Μέγαρα. τῶν δὲ πολλῶν σοι δακρύων, ὦ ’γαθή, ἅλις· ὀνήσει γὰρ οὐδέν, σχεδὸν δέ τι καὶ βλάψει. ἀναμιμνήσκου γὰρ ὧν ἔλεγε Σωκράτης, καὶ τοῖς ἤθεσιν αὐτοῦ καὶ τοῖς λόγοις πειρῶ ἀκολουθεῖν, ἐπεὶ λυπουμένη παρ’ ἕκαστα καὶ σεαυτὴν ἀδικήσεις ὅτι μάλιστα καὶ τοὺς παῖδας.

(2) οὗτοι γὰρ οἱονεὶ νεοττοί εἰσι Σωκράτους, οὓς δεῖ οὐ μόνον τρέφειν ἡμᾶς, ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς αὐτοῖς πειρᾶσθαι παραμένειν. ὡς εἰ σὺ ἢ ἐγὼ ἢ ἄλλος τις, ὅτῳ μέλει τελευτήσαντος Σωκράτους τῶν παίδων, ἀποθάνοι, ἀδικήσονται οὗτοι ἔρημοι γενόμενοι τοῦ βοηθήσοντος καὶ θρέψοντος ὁμολογουμένως . ὅθεν πειρῶ ζῆν αὐτοῖς. τοῦτο δὲ οὐκ ἂν ἄλλως γένοιτο, εἰ μὴ τὰ πρὸς τὸ ζῆν αὑτῇ παρέχοις. λύπη δὲ δοκεῖ τῶν ἐναντίων ζωῇ εἶναι, ὅπου βλάπτονται ὑπ’ αὐτῆς οἱ ζῶντες.

(3) Ἀπολλόδωρος ὁ μαλακὸς ἐπικαλούμενος καὶ Δίων ἐπαινοῦσί σε, διότι παρ’ οὐδενὸς οὐδὲν λαμβάνεις, φῂς δὲ πλουτεῖν. καὶ εὖ ποιεῖς· εἰς ὅσον γὰρ ἐγώ τε καὶ οἱ ἄλλοι φίλοι ἰσχύομεν ἐπικουρεῖν σοι, δεήσει οὐδενός. θάρρει οὖν, ὦ Ξανθίππη, καὶ μηδὲν καταβάλῃς τῶν Σωκράτους καλῶν, εἰδυῖα ὡς

μέγα τι ἡμῖν ἐγένετο οὗτος ὁ ἄνθρωπος, καὶ ἐπινόει αὐτὸν ὁποῖα ἔζησε καὶ ὁποῖα ἐτελεύτησεν. ἐγὼ μὲν γὰρ οἶμαι καὶ τὸν θάνατον αὐτοῦ μέγαν τε καὶ καλὸν γεγονέναι, εἰ δή τις, καθὸ χρὴ σκοπεῖν, σκοποίη. ἔρρωσο.