Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἦν λόγος ὅτι πένητος πλουσιώτερον οὐδὲν εἴη. κινδυνεύω γάρ, ὡς ὁρῶ, μὴ πολλὰ ἔχων πολλὰ κεκτῆσθαι δι’ ὑμᾶς τοὺς φίλους, οἵτινες ἐπιμελεῖσθε ἡμῶν. ποιοῖτε δ’ ἂν εὖ, εἰ, ὅταν ὑμῖν περί του γράψω, πέμποιτέ μοι. τῶν δὲ συγγραμμάτων οὔπω τι εἶχον τοιοῦτον, ὥστε καὶ ἄλλοις θαρρεῖν δεικνύναι δίχα ἐμοῦ, ὡς παροῦσιν ὑμῖν ἔνδον ἐν τῷ οἴκῳ, ἔνθα Εὐκλείδης κατέκειτο, ἀσμένως ἐλέσχαινον. οἴδατον δὲ δή, ὦ φίλοι, ὡς οὐχ οἷόν τε ἀναλαβεῖν ἐστὶ τὸ ἅπαξ ἐλθὸν εἰς τοὺς πολλοὺς γράμμα.

(2) Πλάτων μὲν γὰρ δύναταί τι μέγα καὶ ἀπὼν τοῖς λόγοις, ὅθεν ἤδη καὶ περὶ Ἰταλίαν θαυμάζεται καὶ περὶ Σικελίαν πᾶσαν, ἡμεῖς δὲ μόλις οἶμαι ἑαυτοὺς πείθομεν ὡς ἄξια ταῦτα σπουδῆς τινός. καὶ οὐχ ὅτι ἐμοὶ μέλει μὴ διαπίπτειν περὶ τῆς δόξης τῆς περὶ τὴν σοφίαν, ἀλλὰ περὶ Σωκράτους φροντιστέον μὴ ἐν ἐμοὶ κινδυνευθῇ τὴν ἐκείνου ἀρετὴν κακῶς εἰπόντι ἐν τοῖς ἀπομνημονεύμασιν . οὐδέν τε οἶμαι διαφέρειν ἢ βλασφημεῖν τινὰ ἢ μὴ ἄξια δοκεῖν συγγράφειν τῆς ἀρετῆς, περὶ ὅτου συγγράφει τις. τὸ δέος οὖν τοῦτό ἐστιν, ὅγε νῦν ἡμᾶς ἔχει, ὦ Κέβης τε καὶ Σιμμία, εἰ μή τι ἕτερον δόξει ὑμῖν αὖ πάλιν περὶ τούτων. ἔρρωσθον.

Ὁπότε ἐγενόμην ἐν Συρακούσαις, εὐθέως κατὰ τὴν ἀγορὰν Ἀριστίππῳ ἐνέτυχον, ὃ δὲ λαβόμενός μου τῆς δεξιᾶς παραχρῆμα μηδὲν μελλήσας εἰσάγει πρὸς Διονύσιον, καί φησιν αὐτῷ ὦ Διονύσιε, εἴ τις ἀφίκοιτο παρὰ σέ, ἵνα σε ἄφρονα ποιήσειεν, ἆρ’ οὗτος οὐχὶ κακά σε ἐργάζεται; εὐθέως ὡμολόγει ὁ Διονύσιος. τί οὖν ἔφη ὁ Ἀρίστιππος σὺ τοῦτον ἂν ἐργάσαιο; τὰ κάκιστά γε ἔφη. τί δ’ εἴ τις ἔφη ἀφίκοιτο φρόνιμόν σε ποιῆσαι, ἆρά γε οὐχὶ οὗτος ἂν ἀγαθά σε ἐργάζοιτο; πάλιν ὁμολογήσαντος τοῦ Διονυσίου καὶ μήν ἔφη οὗτος Αἰσχίνης τῶν Σωκράτους γνωρίμων ἤκει φρόνιμόν σε ποιῆσαι, ὥστε καὶ ἀγαθά σε ἐργάζοιτο ἄν εἰ δὲ ταῦτα δικαιοῖς, ἅτινα ὡμολόγησάς μοι ἐν τῷ λόγῳ, Αἰσχίνην εὖ ποιήσεις.