Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(2) εἰ δὲ μὴ ἴητε, ἡμῖν μὲν ἦν ἀναγκαῖον γράφειν ὑμῖν. πεποίημαι δέ τινα ἀπομνημονεύματα Σωκράτους. ὅταν οὖν μοι δόξῃ εὖ ἔχειν παντελῶς, διαπέμψομαι αὐτὰ καὶ ὑμῖν· Ἀριστίππῳ μὲν γὰρ καὶ Φαίδωνι ἐδόκει ἁρμόδιά τινα εἶναι. προσαγορεύσατε Σίμωνα τὸν σκυτοτόμον καὶ ἐπαινέσατε αὐτόν, ὅτι διατελεῖ προσέχων τοῖς Σωκράτους λόγοις

καὶ οὔτε πενίαν οὔτε τὴν τέχνην πρόφασιν ποιεῖται τοῦ μὴ φιλοσοφεῖν, καθάπερ τινὲς τῶν ἄλλων μὴ βουλόμενοι λόγους καὶ τὰ ἐν λόγοις ἐξειδέναι τε καὶ θαυμάζειν.

Ἧκε, θαυμασιώτατε, παρ’ ἡμᾶς· πεποίηται γὰρ ἡμῖν ἱερὸν τῆς Ἀρτέμιδος μάλα ἀριπρεπές, καὶ περίφυτος ὁ χῶρος καὶ ἀνεῖται ἱερὸς εἶναι. καὶ τὰ ὄντα ἡμᾶς διαβοσκήσει· ὡς γὰρ Σωκράτης ἔλεγεν, εἰ μὴ ἀρκέσει ἡμῖν ταῦτα, ἡμεῖς αὐτοῖς ἀρκέσομεν. ἔγραψα δὲ καὶ Γρύλλῳ τῷ υἱῷ καὶ τῷ ἑταίρῳ, εἴ του δέοιο, παρέχειν σοι. Γρύλλῳ δ’ ἔγραψα, ἐπειδὴ ἀπὸ νέου ἔτι κομιδὴν εἰς αὐτὸν ἐβάλλου καὶ φιλεῖν ἔλεγες. ἔρρωσο.

Τὴν μὲν σὴν καρτερίαν καὶ πάλαι ᾔδειν καὶ σφόδρα θαυμάζω, διότι διατελεῖς παντὸς ὢν ἐπάνω πλούτου καὶ δόξης καὶ ἐξ ὧν βιοῖς οἷον ἀπεικόνισμά τι Σωκράτους περίει Ἀθήνησιν. ἡμεῖς δὲ καὶ αὐτοὶ ἐπιμελούμέθα νέων ἐν Θήβαις, παραδιδόντες αὐτοῖς οὓς ἠκούσαμεν λόγους παρὰ Σωκράτους. ἔστι τε τοῦτο καὶ ἡμῖν καὶ τοῖς συνοῦσι κεχαρισμένον.