Epistulae

Socrates Epistulae

Socrates Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Σὲ μὲν ἐν Θήβαις ἡμῖν γενέσθαι ἀπηγγέλλετο, Πρόξενον δὲ καταλαβεῖν εἰς τὴν Ἀσίαν ὡς Κῦρον ὡρμηκότα. εἰ μὲν οὖν εὐτυχῶν ἐφίεσαι πραγμάτων, θεὸς οἶδεν, ὡς ἤδη γέ τινες τῶν ἐνταῦθα καταμέμφεσθαι αὐτὰ ἐπιχειροῦσιν· οὐ γὰρ ἄξιόν φασιν εἶναι Κύρῳ βοηθεῖν Ἀθηναίους, δι’ ὃν τὴν ἀρχὴν ὑπὸ Λακεδαιμονίων ἀφῃρέθησαν, οὐδ’ αὐτοὺς ὑπὲρ ἐκείνου πολεμεῖν καταπολεμηθέντας δι’ ἐκεῖνον. οὐκ ἂν οὖν θαυμάσαιμι εἰ μεταπεσούσης τῆς πολιτείας συκοφαντεῖν σέ ἀφ’ ἑαυτῶν ἐπιχειρήσουσιν, ἀλλ’ ὅσῳ λαμπρότερον τἀκεῖ χωρήσειν ὑπολαμβάνω, τοσούτῳ σφοδρότερον ἐπικεῖσθαι τούτους ἡγοῦμαι· τὰς γὰρ ἐνίων φύσεις οὐκ ἀγνοῶ.

(2) ἡμεῖς δ’ ἐπείπερ ἅπαξ εἰς τοῦτο ἑαυτοὺς ἔδομεν, ἄνδρες ἀγαθοὶ γενώμεθα, τῶν τε ἄλλων ἃ περὶ ἀρετῆς εἰώθειμεν λέγειν ἀναμιμνησκόμενοι καὶ τὸ μηδὲ γένος πατέρων αἰσχυνέμεν ἐν τοῖς ἄριστα τῷ ποιητῇ εἰρῆσθαι τιθέντες. ἴσθι δὲ ὡς δυοῖν τούτοιν μάλιστα προσδεῖται πόλεμος, καρτερίας τε καὶ ἀφιλοχρηματίας· διὰ ταύτην μὲν γὰρ τοῖς οἰκείοις φίλοι, διὰ καρτερίαν δὲ φοβεροὶ τοῖς ἀντιπάλοις γινόμεθα. ὧν ἀμφοτέρων οἰκεῖα ἔχεις τὰ παραδείγματα.