Epistulae

Socrates Epistulae

Socrates Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Μνήσων ὁ Ἀμφιπολίτης ἐν Ποτιδαίᾳ μοι συνεστάθη. οὗτος νῦν Ἀθήναζε ἔρχεται πρὸς τὸν δῆμον, ἐκπεσὼν ὑπὸ τῶν οἴκοι τὰ γὰρ ἐκεῖ κεκίνηται μὲν ἤδη, οὕπω δ’ ἐστὶ φανερά, οἶμαι μέντοι οὐ πολλοῦ αὐτὰ δεήσειν χρόνου. τούτῳ συλλαβόμενος αὐτόν τε ἄξιον ὄντα ποιήσεις εὖ καὶ τὰς πόλεις ἀμφοτέρας ὠφελήσεις, τὴν μὲν τῶν Ἀμφιπολιτῶν, ἵνα μὴ ἀποστᾶσα ἀνήκεστόν τι κινδυνεύσῃ παθεῖν, τὴν δ’ ἡμετέραν, ὅπως μὴ καὶ περὶ ἐκείνης πράγματα ἔχῃ, ὡς νῦν γε περὶ Ποτιδαίας μικροῦ δέομεν ἀπειρηκέναι.

Κριτοβούλῳ μὲν ἐντυχὼν παρεκάλουν πρὸς φιλοσοφίαν αὐτόν, ὃ δέ μοι δοκεῖ διανενοῆσθαι μᾶλλον ἐξορμήσεσθαι πρὸς τὰ πολιτικά. αἱρήσεται οὖν τὴν πρὸς ἐκεῖνα ἁρμόττουσαν παιδείαν καὶ τὸν ὑφηγησόμενον ἐκλέξεται τῶν ὄντων τὸν κράτιστον. σχεδὸν δὲ νῦν ἐπιδημοῦσιν οἱ δοκιμώτατοι Ἀθήνησι, καὶ πολλοὶ αὐτῶν καὶ πρὸς ἡμᾶς ἔχουσιν οἰκείως. τὰ μὲν οὖν ἐκείνου ταῦτα, τῶν δ’ ἐμῶν Ξανθίππη μὲν καὶ τὰ παιδάρια ἔρρωται, αὐτὸς δὲ ὥσπερ καὶ παρόντος σου πράττω.