Epistulae

Socrates Epistulae

Socrates Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τοῖν μὲν ξένοιν ἐπεμελήθην ὡς παρεκάλεις, καὶ τὸν ἐν τῷ δήμῳ συναγορεύσοντα αὐτοῖν ἐσκεψάμην τῶν ἡμετέρων τινὰ ἑταίρων, ὃς ὑπηρετήσειν ἔφη προθυμότερον διὰ τὸ καὶ σοὶ χαρίζεσθαι ἐθέλειν. περὶ δὲ τοῦ χρηματισμοῦ καὶ περὶ ὧν προσπαίζων ἔγραφες τὸ μὲν ἐπιπλήττειν ἐνίους οὐδὲν ἴσως ἄτοπον, εἰ πρῶτον μὲν ἐσπουδακότων τῶν ἄλλων περὶ πλοῦτον ἐγὼ πένης αἱροῦμαι βιοῦν, ἔπειτα ἐξόν μοι παρὰ πολλῶν πολλὰ λαμβάνειν οὐ τὰς παρὰ ζώντων μόνον δωρεὰς τῶν φίλων ἀλλὰ καὶ ὅσα ἂν τελευτῶντές μοι ἀφῶσιν ἑκὼν παραιτοῦμαι · τὸν δ’ οὕτω διακείμενον οὐδὲν θαυμαστὸν μαινόμενον παρὰ τοῖς ἄλλοις νομίζεσθαι.

(2) χρὴ δὲ μὴ τοῦτο μόνον ἀλλὰ καὶ τὸν ἄλλον ἡμῶν προσεπιθεωρεῖν βίον, καὶ εἰ περὶ τὴν χρῆσιν τῶν χρημάτων διαφέροντες φανούμεθα, μὴ θαυμάζειν ὅτι καὶ περὶ τὸν πορισμὸν διεστήκαμεν. ἐμοὶ μὲν τοίνυν ἀπαρκεῖ τροφῇ τε χρῆσθαι τῇ λιτοτάτῃ καὶ ἐσθῆτι θέρους τε καὶ χειμῶνος τῇ αὐτῇ, ὑποδήμασι δὲ πάμπαν οὐ χρῶμαι, οὐδὲ πολιτικῆς ἐφίεμαι δόξης πλὴν ὅσον ἐκ τοῦ σώφρων εἶναι καὶ δίκαιος· οἳ δὲ πολυτελείας μὲν τῆς περὶ τὴν δίαιταν οὐδὲν ἀπολείπουσιν, ἐσθῆτας δὲ διαφόρους οὐχ ὅτι γε ἔτους τοῦ αὐτοῦ ἀλλὰ καὶ ἡμέρας τῆς αὐτῆς ἀμφιέννυσθαι ζητοῦσι, πολλὰ δὲ χαρίζονται καὶ ταῖς ἀπορρήτοις ἡδοναῖς.