Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀριστογείτων καὶ Ἀρμόδιος πῶς ἐπέθεντο τοῖς [*](514) τυράννοις, οὐδεὶς Ἑλλήνων ἀγνοεῖ. Ἦν γοῦν Ἀρι- στογείτονι ἑταίρα, ὄνομα Λέαινα· Ἱππίας τὴν Λέαιναν συλλαβῶν ἐβασάνισεν ἐφʼ ᾧ τε ἐξειπεῖν τοὺς κοινωνή- σαντας τῆς ἐπιθέσεως. ἡ δὲ πλεῖστον ὅσον ἀντεῖχεν, ἐκνικωμένη δὲ ὑπὸ τῶν βασάνων, ἴνα μὴ ἐξείποι, αὐτὴ τὴν αὐτῆς γλῶτταν ἀπέδακεν. Ἀθηναῖοι τὴν ἑταίραν τιμῆσαι θέλοντες αὐτὴν μὲν οὐκ ἔστησαν ἐν ἀκροπόλει, τὸ δὲ ζῷον λέαιναν χαλκῆν δημιουργήσαντες ἀνέθηκαν. εἴ τις ἀνῆλθεν εἰς ἀκρόπολιν, ἑώρακεν ἐν τῷ προπυ- λαίῳ λέαιναν χαλκῆν γλῶσσαν οὐκ ἔχουσαν, ὑπόμνημα τοῦ διηγήματος.