Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἐπὶ Βοιωτοὺς, οἳ πάλαι Θεσσαλίαν ᾤκουν, ἐστρά- τευσεν Αἴατος ὁ Φειδίππου Πολύκλειαν ἀδελφήν ἔχων, Ἡρακλεῖδαι τὸ γένος ἄμφω. χρησμὸς ἦν ἄρξειν, ὃς ἂν ἐκ τοῦ γένους πρῶτος διαβὰς τὸν Ἀχελῷον ἐπιβῇ τῆς πολεμίας. ἡ μὲν στρατιὰ τὸν ποταμὸν διαβαίνειν ἔμελλε, Πολύκλεια δὲ τὸν πόδα ἐπιδησαμένη φάσκουσα τετρῶσθαι τὸ σφυρὸν παρακαλεῖ τὸν ἀδελφὸν Αἴατον διενεγκεῖν αὐτὴν ὑπὲρ τὸν ποταμόν. ὁ δὲ μηδὲν ὑπ- οπτεύσας, ἀλλʼ ὡς ἀδελφῇ βουλόμενος ὑπουργῆσαι τὴν μὲν ἀσπίδα ἐπέδωκε τοῖς ὁπλοφόροις, τὴν δὲ Πολύ- κλειαν ἀράμενος ἐβάδιζε διὰ τοῦ ποταμοῦ προθύμως. ἡ δὲ γενομένου πλησίον τῆς ὄχθης φθάσασα ἐξήλατο [*](5 ἐδαίσαντο Κ; ἐδέξαντο F 9 ἀπέλειπον F] ἀπέλιπον vulg. || 13 τε p vulg.; τέ τε F; τότε M || 16 Φειδίππου Roth, coll. Hom Il. 2, 678; Φιλίππου F 17 ἄρξειν, ὃς ἂν ἐκ Μaasv.; ἄρξινος ἀνεκ F 22 αὐτὴν F] αὐτὴν yulg. || 26 ἐξήλατο M, ἐξήλετο vulg.; ἐξείλετο F.)

407
καὶ μεταστραφεῖσα πρὸς τὸν ἀδελφὸν ἔφη· ἐμὸν γέρας ἡ βασιλεία κατὰ τὸν τοῦ θεοῦ χρησμόν· πρώτη γὰρ ἀπάντων τῆς χώρας ἐπέβην. Αἴατος αἰσθόμενος τῆς ἀπάτης οὐκ ἐχαλέπηνεν, τὸ δὲ φρόνημα τῆς κόρης ἀγάμενος αὐτὴν ἔγημε· καὶ ὁμοῦ βασιλεύοντες παῖδα Θεσσαλὸν ἐποιήσαντο, ἀφʼ οὖ καὶ τὴν πόλιν Θεσσαλίαν προσηγόρευσαν.