Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Θεμιστὼ Κρίθωνος Οἰανθίου θυγάτηρ. ταύτης ἤρα Φρικοδήμου τοῦ τυράννου παῖς Φἰλων. ὁ τύ- [*](Cap. 45. Cf. R. Jacobi, Iahnii annal. 1873, p. 366 sq. et locos ibi laudatos.) [*](4 ἐχαλέπηνεν F] ἐχαλέπαινεν M || 10 γοῦν F] γὰρ Μ || 12 ἐβασάνιζεν K || κοινωνήσοντας F || 13 ἀντεῖχεν vulg.; ἀντεῖπεν F 14 αὐτὴν τὴν αὐτῆς F 15 ἀπέδακεν Meursius; ἀπεδωκεν F 17 τὴν λέαιναν vulg 18 εἴ τις . . . διηγήματος Hercher, Hermes 9 p. 113 in. terpolata esse cens suit || 19 τὴν λέαιναν vu]g. || 23 ὁ om. vulg.)

408
ραννος ἐξῄτει πρὸς γάμον τὴν κόρην. ὁ πατὴρ ἀντ- έλεγεν. ὁ τύραννος τοὺς υἱοὺς τοῦ Κρίθωνος ἀπο- σπάσας ἐν ὄψει τοῦ πατρὸς καὶ τῆς μητρὸς παρέβαλε θηρίοις πεινῶσι, τὴν δὲ κόρην ἀποσπάσας ἐπετέλει τὸν γάμον. Θεμιστὼ διὰ τὴν ἀνάγκην ὑποκριναμένη ξίφος εἰσεκόμισεν ὑπὸ τῷ χιτωνίσκῳ καὶ τὸν νυμφίον καθεύδοντα ἐν τῷ θαλάμῳ παρακλίνασα τὸν τράχηλον εὐκόλως ἀπέσφαξεν, ὡς μηδὲ φωνὴν τοῦ φονευομένου γενέσθαι. ταῦτα δὲ πάντα νύκτωρ λαθοῦσα, πάλιν ἐπὶ θάλασσαν κατελθοῦσα, ἀκάτιον εὑροῦσα, πνεύματος ἐπιτυχοῦσα, τὸ ἀπόγειον ἐκλύσασα, μόνη ἀναχθεῖσα κατέπλευσεν ἐς Ἑλίκην πόλιν τῆς Ἀχαίας, ἔνθα Ποσει- δῶνος ἱερὸν ἅγιον ἦν· τούτῳ προσέφυγεν ἱκέτις. Φρι- κόδημος τὸν ἕτερον τῶν υἱῶν, ἀδελφὸν τοῦ φονευθέν- τος, Ἠρακῶντα, ἔπεμψεν ἐξαιτήσοντα παρὰ τῶν Ἑλικέων τὴν κόρην. οἱ μὲν δὴ ἐξέδωκαν, ἐπεὶ δὲ ἀνήχθησαν, χειμῶν μέγας ἐξέωσε τὸ σκάφος ἐπὶ τὸ Ῥἰον τῆς Ἀχαΐας· οὗ προσορμισαμένοις ἐπεφάνησαν ἡμιολίαι δύο Ἀκαρ- νάνων ἐχθρῶς ἐχόντων πρὸς τὸν τύραννον, οἳ τὸ σκάφος ἐξαψάμενοι κατῆγον ἐς Ἀκαρνανίαν. τὸ πλῆ- θος τῶν Ἀκαρνάνων μαθόντες τὰ πεπραγμένα οἰκτεί- ρουσι τὴν κόρην καὶ τὸν Ἡρακῶντα δήσαντες αὐτῇ παρέδωκαν. ὁ τύραννος πρεσβεύεται πρὸς αὐτὴν ὑπὲρ τοῦ παιδός, ἡ δὲ, εἰ τοὺς γονέας ἀπολάβοι, τότε ἀπο- δώσειν τὸν υἱὸν ἐπηγγείλατο. Φρικόδημος πιστεύσας ἐξέπεμψεν αὐτῇ τοὺς γονέας, οἱ δὲ Ἀκαρνᾶνες οὐδὲν [*](5 τὸν M; πρὸς F || 11 ἐκλύσασα sc ripsi; ἑλκύσασα F; λύ- σασα Hercher, Hermes 9, p. 113 || 12 Ἑλίκην Maasv., Ἑλληνικὴν F || 15 Ἡρακῶντα scribendum esse ostendit K. Κeil, Iahnii annal. suppl. 4, p. 633 ex inscrptione Boeotica coll C. I. G. I, p. 502 (n. 654, v. 5); ηρακωντα F; Ἡράκοντα vulg. || Ἑλικέων Hercher, Hermes 9, p. 113; Ἑλικαίων F 20 κατήγαγον K || Ἀκαρνίαν F.)
409
ἔλαττον τὸν Ἡακῶντα αἰκισάμενοι πικρῶς ἀπέκτειναν. τὸν δὲ Φρικόδημον οὐ μετὰ πολλὰς ἡμέρας οἱ πολῖται διέφθειραν. οἱ δὲ τὴν Ἑλίκην οἰκοῦντες οὐκ εἰς μακρὰν κατεπόθησαν αὐτοί τε καὶ ἡ πόλις, τῆς μὲν γῆς σεῖ- σθείσης, τοῦ δὲ πελάγους ἐπικλύσαντος. ἔδοξε τὸ μήνιμα γενέσθαι τοῦ Ποσειδῶνος, ὅτι τὴν ἱκέτιν αὐτοῦ παρθένον τοῖς πολεμίοις ἐξέδωκαν.