Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Τῆς Ἰωνικῆς ἀποικίας ἐς τὴν Ἀσίαν ἀφικομένης τοῖς Ἐρυθρὰς κατέχουσιν ἐπολέμει Κνῶπος τοῦ Κο- δριδῶν γένους. ὁ θεὸς ἔχρησεν αὐτῷ στρατηγὸν παρὰ Θεσσαλῶν λαβεῖν τὴν ἱέρειαν τῆς Ἐνοδίας· ὁ δὲ πρε- σβεύεται πρὸς Θεσσαλοὺς καὶ μηνύει τὸ λόγιον τοῦ θεοῦ. οἱ δὲ ἔπεμψαν αὐτῷ τὴν ἱέρειαν τῆς θεοῦ Χρυσάμην. αὕτη φαρμάκων ἔμπειρος οὖσα, ταῦρον ἐξ ἀγέλης μέγιστον καὶ κάλλιστον συλλαβοῦσα, τὰ μὲν κέρατα κατεχρύσωσε καὶ τὸ σῶμα κατεκόσμησε στέμ- μασι καὶ χρυσοπάστοις ἁλουργίσι καὶ μετὰ τῆς τρο- φῆς ἀναμίξασα μανιοποιὸν φάρμακον ἔδωκεν αὐτῷ φαγεῖν· τὸ δὲ φάρμακον αὐτόν τε τὸν ταῦρον ἐξέμηνε καὶ τοὺς γευσαμένους αὐτοῦ μανιουργεῖν ἔμελλεν. οἱ μὲν δὴ πολέμιοι ἀντεστρατοπέδευον, ἡ δὲ ἐν ὄψει τῶν πολεμίων βωμὸν παραθεῖσα καὶ ὅσα πρὸς θυσίαν, ἐκέ- λευσε προσάγειν τὸν ταῦρον. ὁ δὲ ὑπὸ τοῦ φαρμάκου μεμηνὼς καὶ οἰστρῶν ἐξεπήδησε καὶ μέγα μυκώμενος [*](2 [εἶπεν] Κ 3 οὗ τί W; οὔτε F; οὗ οὔτι vulg. || 4 σπειρο- μένους vulg.; πειρωμένους F || 13 ἱερίαν (et sic semper) F || 18 καὶ τὸ] τὸ δὲ Κ || 22 γευσαμένους F] γευομένους M || 23 ἀντεστρατοπεδεύοντο vulg.; cf. 3, 9, 52 || 24 παραθεῖσα Κ; παρα- τιθεῖσα F ἐκέλευσε vulg.; ἐκέλευε F || 26 κυμώ μενος F pr.)

406
ἔφυγεν. οἱ πολέμιοι χρυσόκερων κατεστεμμένον ὁρῶν- τες καὶ φερόμενον ἐς τὸ ἑαυτῶν στρατόπεδον ἀπὸ τῆς θυσίας τῶν ἐναντίων ὡς ἀγαθὸν σημεῖον καὶ οἰώνισμα αἴσιον ἐδέξαντο καὶ συλλαβόντες καλλιεροῦσι τοῖς θεοῖς καὶ τῶν κρεῶν ἕκαστος φιλοτίμως ἐδαίσαντο ὡς δαι- μονίου καὶ θείας ἱερουργίας μεταλαγχάνοντες. αὐτίκα δὴ πᾶν τὸ στρατόπεδρν ὑπὸ μανίας καὶ παραφροσύνης ἐξίστατο· πάντες ἀνεπήδων, διέθεον, ἀνεσκίρτων, τὰς φυλακὰς ἀπέλειπον. Χρυσάμη ταῦτα ἰδοῦσα τὸν Κνῶ- πὸν ἐκέλευσε διὰ τάχους ὁπλίσαι τὴν στρατιὰν καὶ τοῖς πολεμίοις ἐπάγειν ἀμύνασθαι μὴ δυναμένοις. οὕτω δὴ Κνῶπος ἀνελὼν ἅπαντας ἐκράτησε τῆς Ἐρυ- θραίων πόλεως μεγάλης τε καὶ εὐδαίμονος.