Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Πύθης χρύσεια μέταλλα εὑρὼν πάντας τοὺς πο- λίτας ἐκέλευσε μεταλλεύειν, ὀρύσσειν, καθαίρειν χρυ- σίον, ἄλλο μηδὲν δρᾶν μήτε ἐν τῇ γῇ μήτε ἐν τῇ θαλάσσῃ· πάντες ἀπηγόρευον οὔτε καρποὺς ἔχοντες οὔτε ἄλλο τι τῶν πρὸς τὸν βίον πράσσοντες. αἱ δὲ γυναῖκες αὐτῶν ἱκετεύουσι τὴν τοῦ Πύθου γυναῖκα Πυθόπολιν. ἡ δὲ ἐκέλευσεν ἐκείνας μὲν ἀπιέναι καὶ θαρρεῖν, αὐτὴ δὲ τοὺς δημιουργοὺς τοῦ χρυσίου καλέ- σασσ ἐκέλευσε ποιεῖν ἰχθῦς χρυσοῦς, πέμματα, ὡραῖα, ὄψα, βρώματα πάντα χρυσᾶ. Πύθης ἧκεν ἐξ ἀποδημίας καὶ δεῖπνον ᾔτει. ἡ γυνὴ παρέθηκεν αὐτῷ χρυσῆν τράπεζαν, ἐφʼ ἧς παρέκειτο οὐδὲν ἐδώδιμον, ἀλλὰ πάντα χρυσᾶ ἐδωδίμοις ὅμοια. Πύθης ἐπαινέσας τὴν μίμησιν τῆς τέχνης ᾔτει φαγεῖν. ἡ δὲ προσέφερεν αὐτῷ ἄλλο τι χρυσοῦν ὅμοιον ἐδωδίμῳ καὶ τοῦτο [*](Cap 42. Cf. Plut. ibid. 27.) [*](4 δομάτιον F 5 Ἐρυξόους F 7 Βάτον F 8 πάτρειον F 10 Πυθόπολις nomen non exstat apud Plutarchum, ubi con- stanter legitur Πύθεω γυνὴ, sed sub finem Πυθοπολίτης flumen nominatur et urbem Πυθόπολιν fuisse testis est Steph. Byz. s. v. 11 χρύσια F 25 ἐδωδίμῳ M; ἐδαώδιμον F || τοῦτο] τοιοῦτο K, Hertlen.)

405
πάλιν. δυσχεραίνοντος δὲ καὶ λιμώττειν ὁμολογοῦντος ἀλλὰ γεωργίαν μὲν᾿ [εἶπεν] καὶ τέχνην πᾶσαν κατέ- λυσας· ἐκέλευες δʼ ὀρύσσειν ἄχρηστον χρυσίον, οὗ τί τοῖς ἀνθρώποις ὄφελος, εἰ μὴ τοὺς σπειρομένους καὶ φυτευομένους καρποὺς ἔχοιεν; τῇ σοφίᾳ τῆς γυναικὸς ἐδιδάχθη Πύθης καταλῦσαι μὲν τὴν τῶν μετάλλων ἐργασίαν, ἀφεῖναι δὲ τοὺς πολίτας ἐπὶ γεωργίαν καὶ τὰς ἄλλας τέχνας.