Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Λάαρχος, Κυρηναίων βασιλεὺς ἀποδειχθεὶς ὡς Βάττῳ τῷ Ἀρκεσιλάου τὴν ἀρχὴν φυλάττων, ἐγένετο ἀντὶ βασιλέως τύραννος πάσῃ παρανομίᾳ χρησάμενος κατὰ τῶν πολιτῶν. τοῦ δὴ παιδὸς τοῦ Βάττου μήτηρ ἦν ρυξώ, σώφρων γυνὴ καὶ δικαιοτάτη. ταύτης ἐρα- σθεὶς Λάαρχος ἐμνηστεύετο, ἡ δὲ τοῖς ἀδελφοῖς αὐτὸν ἠξίου διαλέγεσθαι. τῶν δὲ ἐπίτηδες ἀναβαλλομένων επεμψεν Ἐρυζα θεράπαιναν ἀπαγγέλλουσαν, νῦν μὲν ἀντιλέγειν τοὺς ἀδελφοὺς, εἰ δὲ σύλλογος αὐτῶν καὶ [*](Cap. 41. Cf. Plut ibid. 25; Nicol emasc. fr 52 (Müller).) [*](2 ψελίοις Hertlein; ψελλίοις F 3 εἰς φρέαρ M Plut.; εἰς τὸ φςέαρ F 8 ἐπεκύλισεν Hertlein ex Plut. ἐπέφερε; ἐκύλισεν F 11 παροινοῦντα Phtakis coll. Plut ἐνέπλησεν ἑαυτὸν ἴνου 19 Βτ του F 21 ἐμνηστεύετο Plut V; ἐμνηστεύσατο F 22 ἐξε- πίτηδες vulg 23 Ἐρυθρὼ F ἀπαγγέλουσαν F 24 σύλλογος F] | σύνοδος Plut.)

404
ὁμιλία γένοιτο, καὶ δὴ συγχωρήσειν τοὺς ἀδελφοὺς τῆς ἀρχῆς τοῦ γάμου γενομένης. ἀσμένως δέχεται καὶ δὴ νύκτωρ ἄνευ τῶν δορυφόρων ἧκε πρὸς τὴν Ἐρυξὼ καὶ εῖς τι δωμάτιον εἰσελθὼν περιπίπτει Πο- λυάρχῳ τῷ πρεσβυτάτῳ τῶν Ἐρυξοῦς ἀδελφῶν ἔνδον λοχῶντι καὶ δύο νεανίσκους ξιφήρεις ἔχοντι, ὑφʼ ὧν κατακεντηθεὶς ἀπέθανε. τὸν δὲ Βάττον προαγαγόντες ἀπέφηναν βασιλέα καὶ Κυρηναίοις ἀπέδωκαν τὴν πά- τριον πολιτείαν.