Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](335)

Τιμόκλεια Θηβαία Θθεαγένους ἀδελφὴ τοῦ παρα- ταξαμένου Φιλίππῳ περὶ Χαιρῶώνειαν, ὅς καὶ πρὸς τὸν ἐμβοήσαντα μέχρι ποῦ διῶώκεις;ʹ ἀπικρίνατο μέχρι τῆς Μακεδονίαςʼ. τούτῳ τελευτήσαντι περιῆν ἀδελφή. Θήβας κατέσκαψεν Ἀλέξανδρος. ἄλλοι μὲν δὴ ἄλλα τῆς πόλεως ἐπόρθουν, Πιμοκλείας δὲ τὴν οἰκίαν κατε- λάβετο Θρᾷξ ἵππαρχος. οὐτος ὁ ρᾷξ μετὰ τὸ δεῖπνον ἐκάλει τὴν Πιμόκλειαν ἐς τὸν θἄλαμον καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ καὶ χρυσὸν καὶ ἄργυρον εἴ που κεκρυμ- μένον ἔχοι, καὶ ταῦτα ὁμολογεῖν ἐβιάζετο ἡ δὲ πολὺν [*](Cap. 40 Cf. Plat. ibid. 24 et Alex. 12; Ζomar. 4, 9 (ex Plutarcho).) [*](3 (αὐτὸν) om. M Plut. 6 πεπτωκότα F 7 πολυτίμητε Cobet, ibid. p 240; πολύτιαε F 8 Ἀρτεμις F 13 Θεαγένους] Stratoclem Athenensem haec exclamasse tradit Polvaen. 4, 2, 2 14 Χερωνίαν F 19 ἵππαρχος] errasse vidtur Polyaenus, cum erquites Thraces in exercit Alexandri husquam occurrant (cf. Drcysen I 2, p 393 sq ); ἦρχε δὲ Θρᾳκίου τινὸς ἴλης Plut ; Θρᾷξ τις τῶν ἡγεμόνων Zomar.)

403
μὲν κόσμον ἔχειν ἔφη ἀργύρου καὶ χρυσοῦ ἔν τε ὅρμοις καὶ ψελίοις καὶ ἐκπώμασι καὶ νομίσμασιν, ἁλι- σκομένης δὲ τῆς πόλεως πάντα ἐμβαλεῖν εἰς φρέαρ ὕδωρ οὐκ ἔχον. ὁ Θρᾷξ ἐπίστευσεν, ἡ δὲ ἥγαγεν αὐτὸν ἐς τὸν κῆπον τῆς οἰκίας, ἔνθα τὸ φρέαρ ἦν, καὶ καταβῆναι κελεύει. ὁ μὲν καταβὰς τὸν ἄργυρον καὶ τὸν χρυσὸν ἐζήτει, ἡ δὲ ἄνωθεν μετὰ τῶν θερα- παινίδων πολλοὺς αὐτῷ λίθους καὶ πέτρους ἐπεκύλισεν καὶ κατέχωσε τὸν βάρβαρον. οἱ Μακεδόνες σύλλα- ἐόντες ἥγαγον ἐπὶ τὸν βασιλέα λέξανδρον· ὁμολο- γήσασαν δὲ αὐτὴν, ὡς παρανομοῦντα τὸν Θρᾷκα καὶ βιαζόμενον ἠμύνατο, θαυμάσας Ἀλέξανδρος αὐτήν τε ἐλευθέραν ἀφῆκε καὶ πάντας τοὺς κατὰ γένος αὐτῇ προσήκοντας.