Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Tῶν ἐν Γαλατίᾳ τετραρχῶν ἦσαν Σινόριξ καὶ Σινάτος. τοῦ Σινάτου γυνὴ κάλλει σῶώματος καὶ ἀρετῇ ψυχῆς εὐκλεεστάτη Κάμμα· καὶ γὰρ ἦν Ἀρτέμιδος ίέρεια, ἥν μάλιστα Γαλάται σέβουσι, καὶ ἦν ἔν τε πομπαῖς καὶ θυσίαις ἀεὶ μεγαλοπρεπῶς καὶ σεανῶς χεχοσμημένη. ταύτης ἐρᾷ Σινόριζ· χαὶ ζῶντος τοῦ ἀνδρὸς οὔτε πείσειν ἐλπίζων οὒτε βιάσεσθαι τὸν Σι-  νάιον ἐδολοφόνησεν, οὐκ εἰς μακρὰν δὲ Κάμμαν ἐμνᾶτο. ἡ δὲ ἐπὶ πλεῖστον μὲν ἀντέλεγεν, οἰκείων δὲ καὶ φίλων ἐγκειμένων καὶ λιπαρῶς θεραπευόντων ὑπε- κρίνατο συγκατατίθεσθαι. καὶ δὴ συνέθεντο· ‘ἡκέτω Σινόριξ εἰς τὸ ἱερὸν τῆς Αρτέμιδος, καὶ παρὰ τῇ θεῷ τὰς συνθήκας τοῦ γάμου ποιησώμεθα.ʼ ἦκε Σινόριξ καὶ σὺν αὐτῷ πάντες ὅσοι Γαλατῶν ἐντελεῖς, ἄνδρες καὶ [*](Cap. 39. Cf. Plut ibid. 20; iterata sunt haec in Plut. amator. p. 768 B.) [*](3 Λσάνδρῳ F] Λεάνδρῳ vulg., Plut. || 6 ὁ δὲ διαφθείρας Δάφνιν vulg.; τὸ δὲ διαφθεῖραν άφιον F || 7 κατεῦνα τὴν F || 8 διεχρήσατο vulς ; ἐχρήσατο F || 10 Σινόριξ F] Συνόριξ M, Plut 13 ἱερίᾳ F 16 βιάσεσθαι Patakis, Hertlein; βιάσασθαι F 20 συνέ- θετο Patakis ἡκέτω vulg.; ἥκετο F 22 ποιησόμεθα R 23 ἐντελεῖς F; ἐν τέλει Κ et Cobet, Mnemosyne 4, p. 240.)

402
γυναῖκες. ἡ δὲ φιλοφρόνως αὐτὸν δεξαμένη προσάγει τῷ βωμῷ καὶ ἀπὸ χρυσῆς φιάλης ἔσπεισε καὶ τὸ μὲν ἐξέπιεν αὐτὴ, τὸ δὲ ἐκεῖνον ἐκέλευσεν (αὐτὸν) πιεῖν. ὁ δὲ οἷα δὴ νυμφίος παρὰ νύμφης λαβῶών ἡδέως πίνει· τὸ δὲ ποτὸν ἄρα ἦν μελίκρατον πεφαρμαγμένον. ἡ δὲ πεπωκότα ὡς εἶδεν, λαμπρὸν ἀνωλόλυξε καὶ τὴν θεὸν προσεκύνησεν εἰποῦσα χάριν οἶδά σοι, ὧ πολυτίμητε Ἄρτεμι, ὅτι μοι παρέσχες ἐν τῷ σῷ ἱερῷ δίκας ὑπὲρ τοῦ ἀνδρὸς λαβεῖν ἀδίκως διʼ ἐμὲ ἀναιρεθέντοςʼ. ταῦτα εἰποῦσα παραχρῆμα αὐτή τε ἀπέθνησκε, καὶ ὁ νυμφίος αὐτῇ συναπέθνησκε παρὰ τῷ βωμῷ τῆς θεοῦ.