Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Νικοκράτης Κυρηναίων τύραννος ἄλλα τε πολλὰ καὶ δεινὰ εἰργάσατο τοὺς πολίτας καὶ δὴ [καὶ| τὸν ίερέα τοῦ Ἀπόλλωνος Μελάνιππον αὐτοχειρὶ κτείνας γυναῖκα αὐτοῦ Ἀρεταφίλαν καλὴν οὐσαν ἔγημεν· ἡ δὲ ὑπὲρ τῆς πατρίδος καὶ τοῦ ἀνδρὸς τίσασθαι τὸν τύραννον ἐσπούδαζεν. τὸ μὲν δὴ πρῶτον ἐπιβουλεύει φαρμάκοις· ἀλοῦσα δʼ ἔφασκεν οὐ δηλητήριον, ἀλλὰ φίλτρον παρασκευάσαι, ὅπως ἐρῶντα αὕτῆς ἔχοι τὸν ἄνδρα. ἡ μήτηρ τοῦ τυράννου βασανίσαι τὴν Ἀρε- ταφίλαν συνεβούλευσε· καὶ δὴ βασανισθεῖσα μακροῖς καὶ πικροῖς βασανιστηρίοις ἀντέσχε μηδὲν πλέον ὁμο- λογοῦσα φίλτρου. ὁ τύραννος ὡς οὐδὲν ἀδικοῦσαν ἀφῆκε καὶ συνοῦσαν εἶχεν καὶ πλέον αὐτὴν ἐθερά- [*](Cap. 38. Cf. Plat. ibid. 19, qui de tempore: ἐν τοῖς Μι- θριδατικοῖς χρόνοις.) [*](4 κατακλιθέντες Κ; κατακλεισθέντες F 6 αὐτοὺς F || κατε- λ βοντο F et Plut.; κατεβάλοντο vulg. || 7 αὐτῶν 9 Λάμψακον προσηγόρευσαν scripsi cum Plut., cf 8, 44 extr.; Λάμψακον ἀνη- γόρευσαν vulg.; λαμψακαν ήγόρασαν (sic) F 12 | καὶ] Hertlein, Iahnii annal. 1867, p. 607 14 καλξν οὖσαν] ἄκουσαν Plut, sed idem paulo ante καλὴ δὲ τὴν ὄψιν ἦν 18 αὐιῆς F | 19 Ἀρετα- φίλα F.)

401
πευεν ὡς βασανισθεῖσαν οὐ δικαίως, ἡ δὲ θυγατέρα ἔχουσα ὥρα καὶ κάλλει διαφέρουσαν, ταύτην ὑφῆκεν ἀδελφῷ τοῦ τυράννου μειρακίῳ Ἀσάνδρῳ. ὁ δὲ ἁλοὺς ἔρωτι παρακαλεῖ τὸν ἀδελφὸν γῆμαι τὴν κόρην. ἔγημε καὶ τῇ μητρὶ τῆς κόρης πειθαρχῶν ὑπʼ αὐτῆς πείθε- ται τὴν πόλιν ἐλευθερῶσαι· ὁ δὲ διαφθείρας άφνιν, κατευναστὴν τοῦ τυράννου, διὰ τούτου τὸν Νικοκρά- την διεχρήσατο.