Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Φωκαεῖς Φόξον ἡγεμόνα ἔχςντες Μάνδρωνι βα- σιλεῖ Βεβρύκων συνεμαχησαν ὑπὸ τῶν προσοίκων βαρ- βάρων πολεμουμένῳ· Μάνδρων ἔπεισε τοὺς Φωκαεῖς ἐποικεῖν μέρος τῆς χώρας καὶ τῆς πόλεως λαβόντας. ἐπεὶ δὲ πολλάκις μὲν ἐν ταῖς μάχαις ἐνίκων, πολλὰ δὲ λάφυρα ἐκτῶντο, ἐπίφθονοι τοῖς Βέβρυξιν ἐγένοντο, ὥστε ἀποδημοῦντος Μάνδρωνος λόχῳ καὶ δόλῳ τοὺς Ἕλληνας ἐβουλεύσαντο διαφθεῖραι. Μάνδρωνος θυ- γάτηρ Λαμψάκη παρθένος μαθοῦσα τὴν ἐπιβουλὴν [*](Cap. 37. Cf. Put. ibid. 18; Chares Lamps. fr. 7 (Müller); Steph. Byz. s. v. Λαμψάκη. — A. v. Gutschmid, Philol. X, p. 524 not.; A. Schmidt, d. Perikl. Zeitalt. II, p. 120 sq.) [*](1 ἀνεῖντο Hertlein 3 ἐμβαλεῖ F || μολιβοῦν (et v. 7 μόλιβον) F] μολιβδοῦν (et v. 7 μόλιβδον) Plut.; μολυβδοῦν (et v. 7 μόλυβδον) vulg. || 5 αὐτὸν vulg. || 8 ἐπίθεσθε Cas.; ἐπιθέσθαι F || 9 οἱ δὲ στρατηγοὶ vulg. 13 Λαμψάκη W ex Plut.; Φωκαεῖς ἢ Λαμψάκη Μ; Φωκαεῖς F vulg. || 14 Φόξον] Φόβον Plut. || 17 ἐποικεῖν Hercher, Hermes 9, p. 112; ἐνοικεῖν F; συνοικεῖν Hertlein || 20 ἀποδημοῦντας F.)

400
ἀποτρέπειν ἐπειρᾶτο· ὡς δὲ οὐκ ἔπειθε, κρύφα τοῖς Ἕλλησι μηνύει τὰ κατʼ αὐτῶν βεβουλευμένα. οἱ δὲ θυσίαν παρασκευάσαντες λαμπρὰν ἔξω τειχῶν καλοῦσι τοὺς βαρβάρους ἐς τὸ προάστειον. οἱ μὲν δὴ κατα- κλιθέντες εὐωχοῦντο, οἱ δὲ Φωκαεῖς δίγα διελόντες αὑτοὺς οἱ μὲν τὰ τείχη κατελάβοντο, οἱ δὲ τοὺς εὐωχουμένους ἀνεῖλον καὶ τὴν πόλιν αὐτοὶ κατέσχον. τὴν δὲ Λαμψάκην μεγαλοπρεπῶς ἐτίμησαν καὶ τὴν πόλιν ἀπʼ αὐτῆς Λάμψακον προσηγόρευσαν.