Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Μιλήσιοι Ναξίοις ἐπολέμουν· Ἐρυθραῖοι Μιλη- σίοις συνεμάχουν. Διόγνητος, Ερυθραίων στρατηγὸς, λείαν τῶν Ναξίων ἔλαβε πολλὴν καὶ δὴ γυναῖκας καὶ παρθένους πολλὰς, ὧν ἦν Πολυκρίτη· ταύτης ἐρασθεὶς οὐχ ὡς αἰχμαλώτῳ συνῆν, ἀλλʼ ὡς γαμετῇ γυναικί. ἦν ἐν τῷ στρατοπέδω τῶν Μιλησίων πάτριος ἑορτὴ, [*](Cap. 35. Cf. Plut. ibid. 16; Aristaenet. epistol. 1, 15.) [*](Cap. 36. Cf. Plut. ibid. 17; Parthenius, narrat. amat. 9.) [*](1 Φενεὸν F; Ἀλφειὸν Fuchs 9 μηλήϊδα F 10 [ὀ δυνατώ- τατος] Cas. W ex Plut.; [εἷς] K 12 εἴ μοι διαπράξαιο τὸ scripsi coll. Plut. εἰ διαπράξαιό μοι τὸ etc.΄ ἐμοὶ διαπράξοιτο F; ἐμοὶ διαπράξοι τὸ W; εἰ ἐμοὶ διαπράξαιο vulg. 17 Πολυκρήτη F (id. infra).)

399
καὶ πάντες ἀνέκειντο μέθῃ καὶ θυμηδίᾳ. Πολυκρίτη παρεκάλει Διόγνητον ἐπιτρέψαι τῶν πεμμάτων μερί- δας πέμψαι τοῖς ἀδελφοῖς. ἐπιτρέψαντος ἐμβάλλει μο- λιβοῦν γραμματεῖον ἐς τὸν πλακοῦντα τῷ κομίζοντι ἐντειλαμένη φράσαι τοῖς ἀδελφοῖς, ὅπως αὐτοὶ μόνοι φάγοιεν ἀπὸ στόματος τῆς ἀδελφῆς. οἱ δὲ εὑρόντες τὸν μόλιβον καὶ ἀναπτύξαντες ἀναγινώσκουσι ῾ νύ- κτωρ ἐπίθεσθε τοῖς πολεμίοις διὰ τὴν ἑορτὴν μεθύ- ουσι καὶ καθεύδουσι καὶ ἀφυλάκτοις᾿ . οἱ στρατηγοὶ ταῦτα μαθόντες νύκτωρ ἐπέθεντο καὶ τῶν πολεμίων ἐκράτησαν· τὸν μέντοι Διόγνητον ἡ Πολυκρίτη γέρας παρὰ τῶν πολιτῶν ᾐτήσατο.