Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Οἱ ἐν Μιλήτῳ Ἴωνες πρὸς τοῖς Νηλέως παῖδας στασιάσαντες ἀνεχώρησαν ἐς Μυοῦντα κἀκεῖθεν ἐπο- λέμουν· οὐ μὴν ὅγε πόλεμος ἄσπονδος ἦν, ἀλλὰ ἐν ταῖς ἑορταῖς ἦν αὐτοῖς ἐπιμιξία. Πύθου ἀνδρὸς ἐν- δόξου θυγάτηρ Πιερία ἑορτῆς οὔσης παρὰ Μιλησίοις, ἣν Νηληΐδα κλῄζουσιν, ἧκεν ἐς Μίλητον. τῶν Νηλέως παίδων [ὁ δυνατώτατος] ὄνομα Φρύγιος Πιερίας ἐρασθεὶς ἤρετο, τί ἂν αὐτῇ μάλιστα γίγνοιτο κεχαρι- σμένον. ἡ δὲ ἔφη· εἴ μοι διαπράξαιο τὸ πολλάκις καὶ μετὰ πολλῶν ἐνθάδε βαδίζειν δύνασθαι.ʼ συνῆκεν ὁ Φρύγιος, ὡς εἰρήνης καὶ φιλίας τοῖς πολίταις δέοιτο, καὶ τὸν πόλεμον ἔπαυσε· καὶ ἔνδοξος ὁ Φρυγίου καὶ Πιερίας ἔρως εἰρήνην ἀντὶ πολέμου παρασχών.