Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ὀβόρζος τρισχιλίους ἄνδρας τῶν ἐν τῇ Περσίδι κατοίκων ἐπιβουλεύοντας αἰσθόμενος ἀπεπέμψατο δοὺς ἡγεμόνας τῶν ὁδῶν, οἳ προήγαγον αὐτοὺς εἴς τινα τόπον τῆς Περσίδος, [ὃς] καλεῖται Κωμαστὸς, ἔνθα κῶμαι πυκναὶ καὶ λεὼς πολὺς καὶ σταθμοὶ πολλοί. ἐπεὶ δὲ ἄλλος ἐν ἄλλῳ σταθμῷ κατήγετο, φυλακῆς ἰσχυρᾶς κυκλωσαμένης τὰς κώμας, ἕκαστος τῶν σταθ- μούχων τὸν ἴδιον ἐπίσταθμον εὖ μάλα καταμεθύσας ἀπέκτεινε, τὰ δὲ σώματα τῶν τρισχιλίων ταφέντα διὰ νυκτὸς ἀφανῆ ἐγένοντο.

[*](Cap. 39. De tempore nihil constat: cf. Droysen III, 1 1 Σείης] Χείλης vulg. || 6 αὐτοὺς F || 7 Ράνδα F1 maasv., col. Ptolem. 6, 19; Ῥάνδαν F2 || 10 τρισχιλίους ὁπλίτας] τρεῖς χιλιάδας ὁπλιτῶν vulg. || 14 Ὄβορζος F; Bόρζος ulg ; Οἰόβαζος vel Ὀρόβαζος coni. Rotlh || 18 [ὃς| vulg. 24 ἐγένετο Roth.)