Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

348

Σείλης τρισχιλίους Περσῶν νεωτερίζοντας κτεῖναι βουλόμενος ἐσκήψατο Σέλευκον αὐτῷ διʼ ἐπιστολῆς χαλεπῶς ἀπειλεῖν· αὐτὸς δὲ τῇ τούτων συμμαχίᾳ χρησάμενος ἐθέλειν αὐτὸν προλαβεῖν. ὅπως δʼ ἂν βουλὴν ἀγάγοιεν, συνέταξεν αὐτοῖς ἀπαντᾶν ἐς κώμην ῾Ράνδα καλουμένην. οἱ μὲν πιστεύσαντες ἧκον, ὁ δὲ, ἦν γὰρ ἕλος βαθὺ καὶ κοῖλον ὑπὸ τὴν κώμην, ἐνταῦθα Μακεδόνων καὶ Θρᾳκῶν ἱππεῖς τριακοσίους, ὁπλίτας τρισχιλίους ἀποκρύψας συνέταξεν, ὅταν ἴδωσι πέλτην χαλκῆν ἀρθεῖσαν, ἐκδραμόντας ἀναιρῆσαι πάντας τοὺς ἠθροισμένους. ἀνεδείχθη μὲν ἡ πέλτη, οἱ δὲ ἐκδρα- μόντες τοὺς τρισχιλίους Πέρσας κατεφόνευσαν.