Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

349

Σουρήνας Παρθυαίων ἡγούμενος Κράσσον μετὰ [*](53) πολλῆς ἥττης ἀναχωροῦντα καὶ διὰ τῶν ὀρειοτέρων ὁδεύειν πειρώμενον, τὴν ἐξ ἀπονοίας μάχην φοβούμενος ἔπεμψε πρεσβευτὴν ὡς αὐτὸν λέγοντα συντίθεταί σοι φιλίαν βασιλεὺς μέγας· δείξας Ῥωμαίοις ἀνδρίαν νῦν δεῖξαι βούλεται φιλανθρωπίαν᾿. Κράσσος δόλον ὑφ- ορώμενος οὐκ ἐπείθετο. οἱ στρατιῶται ἀθυμοῦντες καὶ ἀπειρηκόντες ἐβιάσαντο αὐτὸν τὰ ὅπλα κρούσαντες πιστεῦσαι τῷ βαρβάρῳ. Κράσσος ἄκων πεζὸς ἐβάδιζε. Σουρήνας φιλοφρονούμενος δὴ ἵππον χρυσοχάλινον αὐτῷ παρέστησεν, ἐφʼ οὗ καθίσαι προσέταξεν. ὁ μὲν δὴ ἀναβαίνει τὸν ἵππον , ὁ δὲ βάρβαρος ἱπποκόμος κεντρίσας ἐπετάχυνε τοῦ ἵππου τὸν δρόμον, ὅπως τὸν Κράσσον ἐς τὸ πλῆθος ἐξενέγκοι τῶν Παρθυαίων. Ὀκτάουιος, τῶν περὶ Κράσσον ἡγεμόνων, συνεὶς τῆς ἀπάτης λαμβάνεται τῶν χαλινῶν, καὶ μετʼ ἐκεῖνον εἷς τῶν χιλιάρχων Πετρώνιος, ὥστε τὸν μὲν ἱπποκόμον Ὀκτάουιος κτινύει σπασάμενος τὸ ξίφος, τὸν δὲ Ὀκτά- ουιον ἄλλος τις τῶν Παρθυαίων, τὸν δὲ Κράσσον Ἐξάθρης Παρθυαῖος· καὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὴν δεξιὰν ἀποκόψας ἐκόμισε πρὸς μέγαν βασιλέα Παρ- [*](Cap. 41. Ex Plut. Crass. 30—33; cf. Appian. Parthica; Dio Cass. 40, 26 sqq.) [*](3 ὀριωτέρων F; ὀρεινοτέρων vulg. || 6 δείξας vulg.; [καὶ] δείξας K; [ὃς] δείξας W; δεῖξαι F || 16 Ὀκτάυιος F constanter || 18 Πετρόνιος F || 19 κτινύει lineola notatum in F; κτείνει vulg. || 21 ἐξαρθεὶς F. cf. p. 350, 10; Πομαξάθρης Plut.; Μαξάρθης Appian. || Παρθυαῖος [ἀνεῖλε] Cas. K.)

350
θυαίων Υρώδην. ἔτυχε δὲ βασιλεὺς κατʼ ἐκεῖνο τῆς ὥρας ἑστιώμενος καὶ παρὰ τὸν πότον ἀκροώμενος Ἰάσονος Τραλλιανοῦ τραγῳδοῦ ὑποκρινομένου Βάκχας Εὐριπίδου. ὁ μὲν δὴ τραγῳδὸς ἦδεν ἐκεῖνα τὰ μέλη
  • φέρομεν ἐξ ὄρεος
  • [ἕλικα] νεότομον ἐπὶ μέλαθρον,
  • μακάριον θήραν.
  • οἱ δὲ τὴν τοῦ Κράσσου κεφαλὴν κομίζοντες τῷ βασιλεῖ προσήνεγκαν. ἐπὶ τούτῳ μεγάλη βοὴ καὶ πολὺς κρότος ἐγένετο, ὥστε ὁ μὲν Ἐξάθρης ἀναπηδήσας ἔφη ἐμοὶ ταῦτα μᾶλλον τὰ μέλη προσήκει ᾄδειν ἢ τῷ τραγῳδῷ᾿. βασιλεὺς (μὲν) ἡσθεὶς τοῦτον μὲν ἐτίμησεν οἷς πάτριον ἦν, τῷ δὲ Ἰάσονι τῷ τραγῳδῷ τάλαντον ἔδωκεν.