Strategemata
Polyaenus Macedo
Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887
Ἀλυάττης Κιμμερίων ἐπιστρατευσάντων ἀλλόκοτα καὶ θηριώδη σώματα ἐχόντων μετὰ τῆς ἄλλης δυνά- μεως καὶ τοὺς ἀλκιμωτάτους κύνας ἐπὶ τὴν μάχην ἐξήγαγεν, οἳ προσπλακέντες τοῖς βαρβάροις ὡς θηρίοις πολλοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς φεύ- γειν αἰσχρῶς ἐβιάσαντο.
[*](e. 9, 4)Ἀλυάττης Κολοφωνίους πολλὴν δύναμιν ἱππικὴν ἔχοντας ἀφελέσθαι βουλόμενος τοὺς ἵππους συμμαχίαν πρὸς αὐτοὺς ἐποιήσατο καὶ τὰς ἐκ τῶν στρατειῶν [*](r, fragm. hist. Graec. I, p. 42.) [*](4 θύρας K; οὐρὰς F; φρούρας Dm || κατασχήσας F || 5 τύρσιν Cas.; τύρσην F || 7 δικάζοι τὸ M; δικάζοιτο F; δικά- ζοιτο. τὸ vulg. || 9 Ἀγβατάνοις F] Ἐκβατάνοις vulg. || 11 περι- βαλλόμενος vulg. || 14 Ἀλυάττης H ; Ἀλυάτης F constanter || 21 ἱππικὴν H; om F || 23 στρατειῶν Cas ; στρατιωτῶν F.)
Ψαμμήτιχος Τεμένθη τὸν Αἰγύπτου βασιλέα κατέ- λυσεν. ὁ μὲν θεὸς Ἄμμων χρωμένῳ Τεμένθει περὶ της βασιλείας ἀνεῖλε φυλάξασθαι τοὺς ἀλεκτρυόνας. Ψαμμήτιχος δὲ Πίγρητα τὸν Κᾶρα συνόντα ἔχων, παρʼ αὐτοῦ μαθὼν, ὡς πρῶτοι Κᾶρες ἐπέθεντο τοῖς κράνεσι λόφους, συνῆκε τοῦ λογίου καὶ πολλοὺς Κᾶρας ξενολο- λήσας προσήγαγεν ἐπὶ τὴν Μέμφιν καὶ περὶ τὸ τῆς Ἴσιδος ἱερὸν ἔξω τῶν βασιλείων, [ὧν] ἀπέχει στάδια πέντε, συμβαλῶν μάχην ἐνίκησεν. ἀπὸ τῶν Καρῶν ἐκείνων μέρος τι τῆς Μέμφεως κέκληται Καρομεμφῖται.
Ἄμασις ἐν τῷ πρὸς Ἄραβας πολέμῳ κατόπιν τῶν Αἰγυπτίων ἔθηκε τὰ τῶν θεῶν ἱδρύματα τῶν μάλιστα [*](Cap. 3. Cf. Aristagoras ap. Steph. Byz. s. v. ἑλληνικὸν et καρικόν — v. Gutschmid, Philol. 10, p. 691 sqq.) [*](Cap. 4. Cf. v. Gutschmid ibid.) [*](6 θέοντας F || 11 Ψαμμίτιχος F || 14 Πίγρητα K; Πήγριτα F. Πήγρητα MD || 16 λόγου vulg. || 17 προσήγαγεν Hertlein: cf. ad 3, 9, 43; εἰσήγαγεν F || 18 ἔξω Bursian, quod probat Gut- schmid; εἴσω F || [ὧν] 20 κέκλιται F.)
Μίδας προσποιησάμενος τελετὴν ποιεῖν τοῖς με- γάλοις θεοῖς νυκτὸς ἐξήγαγε τοὺς Φρύγας μετʼ αὐλῶν καὶ τυμπάνων καὶ κυμβάλων κρυπτὰ ἔχοντας ἐγχειρίδια. οἱ μὲν πολῖται τῶν οἰκιῶν ἐξῆλθον ἐπὶ τὴν θέαν, οἱ δὲ τυμπανίζοντες καὶ κυμβαλίζοντες τοὺς μὲν θεατὰς κατεφόνευσαν, τὰς δὲ οἰκίας αὐτῶν ἀνεῳγμένας κατα- λαβόντες Μίδαν τύραννον ἀνηγόρευσαν.
Κῦρος Μήδοις παραταξάμενος τρὶς ἡττήθη. ἐπεὶ [*](558) δὲ τῶν Περσῶν αἱ γυναῖκες καὶ τὰ τέκνα ἦσαν ἐν Πασαργάδαις, τὴν τετάρτην μάχην ἐνταῦθα συνῆψε. πάλιν ἔφυγον οἱ Πέρσαι. ὡς δὲ εἶδον τὰ τέκνα καὶ τὰς γυναῖκας, παθόντες ἐπʼ αὐτοῖς ἀνέστρεψαν καὶ τοὺς Μήδους ἀτάκτως διώκοντας τρεψάμενοι νίκην τηλικαύτην ἐνίκησαν, ὡς μηκέτι Κῦρον προς αὐτοὺς ἄλλης δεηθῆναι μάχης.
Κῦρος ἐν ταῖς πρὸς Κροῖσον ἀνοχαῖς ἀπήγαγε τὴν [*](546) δύναμιν. ὡς δὲ νὺξ ἐπῆλθε, συντόνως ἀναστρέψας sec. Euseb. ἐπὶ τὰς Σάρδεις ἤγαγε καὶ προσπεσὼν τοῖς τείχεσιν ἀφυλάκτοις προσθέμενος κλίμακας κατέσχε τὰς Σάρδεις.
[*](Cap. 6. De fontibus cf. J. p. 453—456.)[*](Cap 6. § 1. Cf. Polyaen. 7, 45, 2 et locos ibi laudatos. 10 τὰς δὲ F] καὶ τὰς M || 16 ἔφευγον K ex V in fugam vertebantur || 19 Κῦρον] κύριον F || 22 συντόνως K; συντόμως F || 24 ἀφυλάκτοις K; ἀφυλάκτως F.)Κῦρος ἐκράτησε Σάρδεων· Κροῖσος κατέσχε τὴν ἀκρόπολιν ἀναμένων τὴν ἐκ τῆς Ἑλλάδος βοήθειαν. Κῦρος τοὺς οἰκείους τῶν μετὰ Κροίσου τὴν ἀκρόπολιν κατεχόντων δήσας ἔδειξε τοῖς πολιορκουμένοις τῷ κή- ρυκι προστάξας ἀνειπεῖν, ὡς παραδοῦσι μὲν τὴν ἀκρό- πολιν ἀποδώσοι τὰ οἰκεῖα σώματα, μὴ βουλομένων δὲ παραδοῦναι κρεμάσειε πάντας. οἱ δὲ τὴν ἀκρόπολιν ἐπὶ σωτηρίᾳ τῶν οἰκείων παρέδωκαν οὐκ ἀναμείναντες Κροίσου τὰς κενὰς τῶν Ἑλλήνων ἐλπίδας.
[*](538)Κῦρος μετὰ τὴν ἅλωσιν Κροίσου Λυδῶν πάλιν ἀποστάντων αὐτὸς ἐλαύνων ἐπὶ Βαβυλῶνος Μαζάρην τὸν Μῆδον κατέπεμψε προστάξας, ὅταν κατάσχῃ τὴν χώραν, ἀφελέσθαι τὰ ὅπλα καὶ τοὺς ἵππους, καὶ στολὴν γυναικείαν αὐτοὺς ἀναγκάσαι φορεῖν, καὶ μήτε τοξεύειν μήτε ἱππεύειν ἔτι μανθάνειν, ὑφαίνειν δὲ καὶ ψάλλειν ἅπαντας τοῖς ἐπιτηδεύμασι τούτοις, ὡς ἔοικε, τὰς ψυχὰς αὐτῶν ἐκθηλῦναι προαιρούμενος. ἀμέλει βαρβάρων ἀπολεμώτατοι γεγόνασιν Λυδοὶ πρόσθεν ὄντες πολε- μικώτατοι.
[*](538)Κῦρος Βαβυλῶνα πολιορκῶν, ἐπειδὴ συνετέλεσε τὰς διώρυχας τοῦ Εὐφράτου διὰ τῆς πόλεως ῥέοντος, [*](Cap. 6. § 3. Cf. Duncker, Gesch. d. Altert. IV, p. 298.) [*](Cap. 6. § 4. Cf. Herod. 1, 155 sq.; Iust. 1, 7, 11; Plut. apophth. reg. et imp. Xerxes 2.) [*](Cap. 6. § 5. Cf. Herod. 1, 191; Xenoph. inst. Cyri 7, 5 Front. strat. 3, 7, 3. — Duncker, Gesch. d. Altert. IV, p. 344 sqq. 1 κατεῖχε K || 4 κατεχόντων F || κατασχόντων D; om. M || 6 ἀποδώσει Hertlein || 7 κρεμάσειε F; κρεμάσει Hertlein; κρε- μάσοι K || 8 ἐπὶ τῇ σωτηρίᾳ D vulg.: cf. 6, 12. 6, 50. 8, 8 || ἀνα- μένοντες M || 11 Μαζάρην τὸν Μῆδον vulg.; Μαράζην τὸν Μίδον F || 12 κατέπεμψε K; κατέπεμπε F || 18 οἱ Λυδοὶ vulg. || 21 [τοῦ] διὰ Hertlein.)
Κῦρος Κροίσῳ παρετάσσετο. Λυδοῖς ἦσαν ἱππεῖς [*](546) πολλοὶ καὶ μέγα ἐπὶ τούτοις ἐφρόνει Κροῖσος. Κροίσου ἀχρεῖον τὸ ἱππικὸν ἀπέφηνε Κῦρος προτάξας τῶν ἰδίων ὁπλιτῶν καμήλους πολλάς· ἵππος δὲ καμήλου φεύγει καὶ τὴν ὄψιν καὶ τὴν ὀδμήν. αὐτίκα δὴ φεύ- γοντες οἱ ἵπποι τοὺς Λυδοὺς ὑπεξέφερον, ὥστε ἦν Κύρῳ νίκη καὶ πρό γε τῆς μάχης.
Κῦρος Πέρσας ἀποστῆναι Μήδων ἔπεισεν ὧδε. [*](558) δείξας χωρίον αὐτοῖς ἀργὸν καὶ ἀκανθῶδες ἐκέλευσεν ἡμερῶσαι· οἱ δὲ σῦν πολλῷ πόνῳ ἡμέρωσαν. τῆς ὑστεραίας ἐκέλευσε λουσαμένους ἥκειν. ἐπεὶ δὲ ἧκον, προέθηκεν αὐτοῖς εὐωχίαν ἄφθονον καὶ μετὰ τὴν εὐωχίαν ἤρετο, ποτέρα κρείσσων ἡμέρα. οἱ δὲ ὡμο- λόγησαν τῆς χθὲς τὴν σήμερον τόσῳ κρείττονα, ὅσῳ κακοδαιμονίας εὐδαιμονίαν. οὐκοῦνʼ, ὁ Κῦρος ἔφη, ῾τὰ τῆς εὐδαιμονίας ἀγαθὰ ἕξετε, ἢν τῆς Μήδων δου- λείας ἀποστῆτε.᾿ Πέρσαι μὴ μελλήσαντες ἀφίστανται [*](Cap. 6. § 6. Ex Herod. 1, 80; cf. Front. strat. 2, 4, 12.) [*](Cap 6. 7. Cf. Herod. 1, 126; Iust. 1, 6, 4; Front. strat. 1, 11, 19.) [*](3 φυλακῶν K; φυλάκων F || 7 παρετάσσετο F] ἀντιπαρε- τάσσετο Cas. οἱ ἱππεῖς vulg. || 8 Κροῖσος. Κροίσου W ; Κροῖσον F; Κροίσου MV; Κροῖσος. Κροίσῳ Cas. K || 10 ἰδίων Sittl; ἱππέων καὶ Hertlein: cf. Herod. 1, 80; ἱππικῶν F || 22 εἰ τῆς D; τῆς inclusit K || 23 μελήσαντες F.)
Κῦρος Βαβυλῶνα ἐπολιόρκει· Βαβυλώνιοι πολλῶν ἐτῶν σιτία ἔχοντες κατεγέλων τῆς πολιορκίας. Κῦρος διὰ μέσης τὸν Εὐφράτην ῥέοντα διώρυχα τεμὼν [εἰς] τὸ πλησίον ἕλος ὑπεξήγαγε. Βαβυλώνιοι πιεῖν ὕδωρ οὐκ ἔχοντες αὐτίκα σφᾶς αὐτοὺς Κύρῳ παρέδωκαν.
[*](558)Κῦρος ἡττώμενος Μήδων κατέφυγεν ἐς Πασαρ- [*](e. 12,10) γάδας. πολλῶν Περσῶν αὐτομολούντων ἔφη πρὸς αὐτοὺς αὔριον ἀφίξονται ἡμῖν σύμμαχοι δέκα μυριάδες ἀνδρῶν πολεμίων Μήδοις· ἀλλὰ ἐς τὴν ὑποδοχὴν τῶν συμμάχων ἕκαστος ὑμῶν κομισάτω φάκελλον ξύλων.᾿ οἱ μὲν ἐκόμισαν, οἱ δὲ αὐτόμολοι ταῦτα Μήδοις ἀνήγ- γειλαν. ἐπεὶ δὲ νὺξ ἦν, κελεύει Κῦρος ἕκαστον ὑφάψαι τὸν ἑαυτοῦ φάκελλον. Μῆδοι πολλὴν φλόγα λάμπουσαν ἰδόντες πιστεύσαντες ἥκειν τοὺς συμμάχους ἔφυγον.
[*](546)Κῦρος πολιορκῶν Σάρδεις ξύλα πολλὰ μακρὰ [*](e 54, 21) ἰσομήκη τοῖς τείχεσιν ἐπιστήσας αὐτοῖς εἴδωλα πώγω- νας ἔχοντα καὶ Περσικὴν ἐσθῆτα καὶ φαρέτρας κατὰ νώτου καὶ τόξα μετὰ χεῖρας νύκτωρ προσήγαγεν ὑπερ- έχοντα (πυρὶ) τῶν τειχῶν τῆς ἄκρας. ὁ δὲ κατὰ τὰ [*](Cap. 6. § 8. Cf. Herod. 1, 190 sq.) [*](Cap 6. § 10. Ex Ctesia pg. 46. 60 ed. Müller; cf. Front. strat. 3, 8, 3. — Schubert, Gesch. d. Könige v. Lydien, 1884, p. 100 sqq.) [*](2 Ἀσίας ἄλλης vulg.; cf. 1, 1, 1 || 5 [εἰς] add. vulg. || 6 ὑπεξ- ήγαγε F] ἐξήγαγε M vulg ; ἐσαγαγὼν Herod. 7 τῷ Κύρῳ vulg. || 9 πολλῶν δὲ H || 10 ὑμῖν H || 11 πρὸς τὴν H || 12 φάκελλον (sic quoque v. 15) FH; φάκελον vulg. ξύλων FH; ξύλου P || 14 ἐπεὶ δὲ H; ἐπειδὴ F: cf. 7, 8, 2 16 ἔφυγον HV; ἔφευγον F || 17 μακρὰ om. vulg. ; cf. Ctes.. ἐπὶ τοῖς μακροῖς ξύλοις || 18 αὐτοῖς V impositisque in ea simulacris; αὐτὸς F || 19 φαρέτραν D || 20 ὑπερέχοντα vulg. ; ὑπερέχοντας F || 21 κυρὶ F ; περὶ MD; del. Hertlein.)
Ἅρπαγος ἐπιστολὴν Κύρῳ κρύφα πέμπων ἀνέσχισε [*](c. 558) λαγὼν καὶ τὰ γράμματα ἔνδον κατακρύψας πάλιν αὖθις συνέρραψε καὶ τῷ κομίζοντι λίνα θηρατικὰ περιέθηκεν, ἵνα λάθῃ τοὺς φύλακας τῶν ὁδῶν.
Κροῖσος, τῶν Ἑλλήνων συμμάχων βραδυνόντων, [*](546) τοὺς ἰσχυροτάτους καὶ μεγίστους τῶν Λυδῶν Ἑλληνι- κοῖς ὅπλοις κατεσκεύασεν· οἱ δὲ τοῦ Κύρου στρατιῶται τὸ ἄηθες τῆς Ἑλληνικῆς ὁπλίσεως κατεπλάγησαν. ἀλλὰ μὴν καὶ τῶν δοράτων κρουομένων πρὸς τὰς ἀσπίδας ὁ ψόφος τοὺς Πέρσας ἐτάραττεν· ἥ γε μὴν αὐγὴ τῶν ἐπιχάλκων ἀσπίδων τὰς ὄψεις τῶν Περσικῶν ἵππων ἀπέστρεφεν. ὥστε Κῦρος ἡττηθεὶς τριῶν μηνῶν σπον- δὰς πρὸς Κροῖσον ἐποιήσατο.
[*](Cap. 7. Cf. Herod. 1, 123; Iust. 1, 5, 10.)[*](Cap. 8 Cf. Schu bert, Gesch. d Κönige v. Lydien, 1884. p.100.)[*](1 ἕτερα M; ἄκρα F προσέβαλεν vulg. προσέβαλλεν F 2 τὰς … προσβολὰς Markland ad Max. Tyr. 1, 3, quod probat Hertlein coll. 8, 23, 10; ταῖς προσβολαῖς F 4 ἀκρὰν, ἀνε- βόησαν Κ ; ἀκρὰνεβοησαν F; cf 2, 1, 22 3, 9, 39. 3, 11, 15 etc. 6 ἔφευγον F; ἔφυγον D vulg ; εἰς φυγὴν ἐτράποντο Ctes 9 πέμψων Seybold 21 ἀπέστρεφεν F] ατήστραψεν Hertlein coll. Plut Timol. 28, sed cf. 4, 7, 9.)Χροῖσος ἡττηθεὶς περὶ Καππαδοκίαν ὑπὸ Κύρου, βουλόμενος ἀποδρᾶναι προσέταξε τοῖς στρατιώταις ξύλα πολλὰ κομίζειν. ταῦτα νήσας ἐπὶ τῆς ὁδοῦ στενῆς οὔσης, ἐπεὶ νὺξ ἦν, αὐτὸς μὲν τὴν δύναμιν ὑπεξῆγε σπουδῇ πολλῆ, ἱππεῖς δὲ τοὺς ἐλαφροτάτους κατέλιπεν ὑπαυγαζούσης ἕω τὴν ὕλην καταπρήσοντας. Κροῖσος μὲν δὴ τῇ φυγῇ προέλαβε, Κῦρος δὲ ὑπὸ τῆς φλογὸς διωώκειν ἐκωλύετο.
Καμβύσης Πηλούσιον ἐπολιόρκει. Αἰγύπτιοι καρ- τερῶς ἀνθίσταντο ἀποκλείοντες τῆς Αἰγύπτου τὰς ἐσβο- λὰς καὶ πολλὰ προσάγοντες μηχανήματα ἠφίεσαν κατα- πέλτας ὀξυβελεῖς, πέτρους καὶ πῦρ. Καμβύσης ὅσα σέβουσιν Αἰγύπτιοι ζῷα, κύνας, πρόβατα, αἰλούρους, ἴβεις, πρὸ τῆς ἑαυτοῦ στρατιᾶς ἔταξεν. Αἰγύπτιοι δὲ βάλλοντες ἐπαύσαντο φόβῳ τοῦ πλῆξαί τι τῶν ἱερῶν ζῴων. οὕτω Καμβύσης Πηλούσιον ἑλῶν εἴσω τῆς Αἰγύπτου παρῆλθεν.