Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](310)

Μέντωρ Ἑρμείου κρατήσας πρὸς τὰς πόλεις τὰς [*](e. 4, 10) ἀρχομένας ὑπʼ αὐτοῦ ἔγραψε, τῇ ἐπιστολῇ σφραγίδα ἐπιθεὶς τὴν ἐκείνου καὶ προσέταξε παραδιδόναι τὰ [*](Cap. 46. Cf. Schaefer, Demosth I1, p. 116 sq., qui dubitat, an haec ad idem proelium navale referenda sint, ad quod 6, 2, §§ 1 et 2 — J. p. 596 sq.) [*](Cap. 47. Ex Herod 1, 21 sq.; cf. Front. strat. 3, 15, 6.) [*](Cap. 48. Cf. Diod. 16, 52, 5. — Schaefer, Demosth I1, p. 348 et not. 1; J. p. 597.) [*](8 Ἀλυάτου F constanter || 11 Ἀσσησίας Cas. ex Herod.; ἀρσίας F || 18 Ἑρμίου F (sic quoque p. 307, 1).)

307
πράγματα τοῖς κομίζουσι τὰ γράμματα. οἱ δὲ τὴν Ἑρ- μείου σφραγίδα γνωρίσαντες ἔλαθον αὑτοὺς Μέντορι παραδόντες τὰς πόλεις.

Ἀναξαγόρας, Κόδρος, Διόδωρος, παῖδες Ἐχεά- [*](c. 323) νακτος, Ἡγησίαν τύραννον Ἐφεσίων ἀπέκτειναν· Φι- λόξενος, Ἀλεξάνδρου βασιλέως ὕπαρχος Ἰωνίας, τοὺς ἄνδρας παρὰ τῶν Ἐφεσίων ἐξαιτῶν, οὐ λαβῶν, φρου- ρὰν εἰς τὴν πόλιν εἰσαγαγὼν, τοὺς τρεῖς ἄνδρας ἐξαρ- πάσας, ἐν κλοιῷ δεδεμένους ἐς τὴν ἄκραν τὴν ἐν Σάρδεσιν ἔπεμψεν. οἱ δὲ ἐπὶ μακρὸν ταλαιπωρηθέντες ἔλυσαν αὐτοὺς, φίλου ῥίνην εἰσπέμψαντος, ᾗ χρησά- μενοι τὰ δεσμὰ διέσπασαν καὶ οἰκετικαῖς ἐσθήσεσι μετασκευασάμενοι, διὰ νυκτὸς ὡς οἰκέται τοῦ δεσμω- τηρίου προελθόντες, σχοινίῳ καὶ ἱματίοις κατὰ μῆκος παρεσχισμένοις συνδήσαντες αὑτοὺς ἀπὸ τῶν τειχῶν καθῆκαν. Διόδωρος μὲν ἐκπεσὼν ἀπὸ ὕψους, παρα- χρῆμα χωλωθεὶς ἄμφω τὼ πόδε, ληφθεὶς ὑπὸ Λυδῶν ὡς Ἀλέξανδρον ἐπέμφθη δίκας δώσων. Ἀλεξάνδρου ἐν Βαβυλῶνι τελευτήσαντος εἰς Ἔφεσον ὑπὸ Περδίκ- κου κατεπέμφθη κριθησόμενος κατὰ τοὺς νόμους· Ἀναξαγόρας δὲ καὶ Κόδρος διάραντες εἰς Ἀθήνας ἐσώθησαν, τὴν δὲ Ἀλεξάνδρου τελευτὴν ἀκούσαντες εἰς Ἔφεσον ἐπανελθόντες καὶ τὸν ἀδελφὸν Διόδωρον ἀνέσωσαν.

[*](2 αὐτοὺς F || 3 πόλεις vulg.;  πύλας F || 5 παῖδες Ἐχεάνακτος D; πέδαις ἔχεν ἄνακτος F || 7 ὕπαρχος Ἰωνίας] Plut. Alex. 22 ὁ ἐπὶ θαλάττης στρατηγὸς: cf. Droysen II, 1, p. 146 || 12 ἔλυσεν αὐτοὺς F || 16 παρεσχισμένοις K, παρασχιζομένοις F || αὐτοὺς F || 17 καθῆκαν D vulg.; καθῆκαν F || Διέδωρος MV; Κόδρος F || 18 χωλευθεὶς F, corr. vulg. || τὼ p; om. F vul​g.)
308
[*](c. 560)

Κροίσου τοῦ Λυδοῦ πολιορκοῦντος Ἔφεσον, ἐπειδὴ τῶν πύργων τις, ὁ προδότης κληθεὶς, ἔπεσε καὶ τὸ δεινὸν τῆς ἁλώσεως ἐν ὀφθαλμοῖς ἦν, Πίνδαρος ὁ τυραννεύων τῆς πόλεως συνεβούλευσε τοῖς Ἐφεσίοις ἐκ τῶν πυλῶν καὶ τῶν τειχῶν θώμιγγας συνάψαι τοῖς κίοσι τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος ὥσπερ ἀνατιθέντας τῇ θεῷ τὴν πόλιν. Κροῖσος τιμῶν τὴν θεὸν ἐφείσατο τῆς πόλεως ὥσπερ ἀναθήματος καὶ πρὸς τοὺς Ἐφε- σίους ἐπὶ ἐλευθερίᾳ συνθήκας ἐποιήσατο.

[*](488)

Θήρων Ἀκραγαντῖνος δορυφόρους μὲν ἔχων ἐν ἀπορρήτῳ παρεσκευασμένους, χρημάτων δὲ οὐκ εὐπο- ρῶν πρὸς τὰς μισθοδοσίας, τῆς πόλεως  Ἀθηνᾷ μεγα- λοπρεπῆ ναὸν ἐγειρούσης, ἐπειδὴ τὰ χρήματα ἐν ταῖς ἐργασίαις διεκλέπτετο, ἔπεισεν ἀθρόαν ἔκδοσιν ποιή- σασθαι τοῦ νεὼ καὶ λαβεῖν ἐγγυητὰς ἀξιοχρέους καὶ ὁρίσαι προθεσμίαν, ἐν ᾗ τὸ ἱερὸν συντελεσθήσεται. ἔδοξεν ὀρθῶς λέγειν, καὶ ἡ πόλις πεισθεῖσα τὸ ἔργον ἐξέδωκεν. ἠργολαβεῖτο Γόργος Θήρωνος. ἐπεὶ δὲ τὸ τῆς πόλεως ἀργύριον ἔλαβεν, οὔτε τέκτονας οὔτε λιθο- ξόους οὔτε τοὺς ἄλλους δημιουργοὺς ἐμισθώσατο, ἀλλὰ κατὰ τῆς δούσης πόλεως μισθὸν τοῖς δορυφόροις ἔδωκε, καὶ τοῖς ἰδίοις χρήμασιν Ἀκραγαντῖνοι ὑπὸ Θήρωνος ἐτυραννεύθησαν.

[*](Cap. 50. Cf. Aelian. var. hist. 3, 26.)[*](3 τις K ex Aeliano; τε F || κλιθεὶς F || 4 δεῖπνον F || 12 Ἀκραγαντῖνος K ; Ἀκραγαντίνων F || 14 Ἀθηνᾷ M; Ἀθῆναι F || 16 διεκλέπτετο Patakis; διεκέκλεπο F || 20 ὁ Θήρωνος vulg. || 21 ἔλαβον F || 22 ἐμισθώσαντο F.)
309

Σίσυφος, Αὐτολύκου τὰς βόας αὐτοῦ κλέπτοντος πολλάκις, ταῖς χηλαῖς τῶν βοῶν ἐνέτηξε μόλιβον, ᾧ χαρακτῆρα ἐνήρμοσε γράμματα ἐκτυποῦντα Ἁὐτόλυκος ἔκλεψενʼ. ὁ μὲν δὴ Αὐτόλυκος νύκτωρ ἀπήλασε τὰς βόας, ὁ δὲ Σίσυφος μεθʼ ἡμέραν τοῖς γείτοσι γεωρ- γοῖς ἔδειξε τὰ ἴχνη τῶν βοῶν κατηγοροῦντα τὴν Αὐ- τολύκου κλοπήν.

[*](e. 39, 6)

Ἅγνων Ἀττικὴν ἀποικίαν ἤγαγεν οἰκίσαι βουλό- [*](437) μένος τὰς καλουμένας Ἐννέα ὁδους ἐπὶ τῷ Στρυμόνι· ἦν γὰρ καὶ λόγιον Ἀθηναίοις τοιόνδε·

  • τίπτε νέως κτίσσαι πολύπουν μενεαίνετε χῶρον,
  • κοῦροι Ἀθηναίων; χαλεπὸν δὲ θεῶν ἄτερ ὔμμιν.
  • οὐ γὰρ θέσφατόν ἐστι, πρὶν ἂν κομίσητʼ ἀπὸ Τροίης
  • Ῥήσου ἀνευρόντες καλάμην πατρίῃ δέ τʼ ἀρούρῃ
  • κρύψητʼ εὐαγέως· τότε δʼ ἂν τότε κῦδος ἄροισθε.
  • ταῦτα τοῦ θεοῦ χρήσαντος ὁ στρατηγὸς Ἅγνων ἐς
  • Τροίαν ἔπεμψεν ἄνδρας, οἳ τὸ Ῥήσου σῆμα νύκτωρ [*](Cap. 52. Cf. Hygin. fab. 201.) [*](Cap. 53. Cf. Τhucyd. 4, 102. — Weissenborn, Hellen. p, 152 et not. 59; J. p. 598; Duncker, Gesch. d. Alteri. IX, p. 234.) [*](3 μόλιβον F] μόλυβδον vulg. || ᾧ vulg.; ὡς F || 9 Ἅγνων Thucyd.; Ἄγνων F constanter || 10 οἰκῆσαι F || 11 Στρυμῶνος F constanter || 13 τίπτε νέως F] τίπτʼ ἐνέως vel ἐνεῶς RK; gene- tivum requirit Vater ad Eurip. Rhes. p. CLIX, ut Ἠϊονέος, Βιστονέος, Σιθονέος vel Βιστονίης, Σιθονίης κτίσσαι Vater, censor Ienensis; κτίσαι F || 14 ὔμμιν censor Ienensis; ὕμμιν F | 16 δέ τʼ Hertlein; δʼ F; δʼ ἐν Vater, censor Iemensis || 17 τότε δʼ ἂν τότε F, quod probat Hertlein coll. Lucian. imag. 13 τότε δὴ τότε ὥρα σιωπᾶν aliisque exemplis, quae congessit Dorville ad Char. p. 322 Lips.; τότε δʼ ἂν τέδε Vater; τότε δʼ ἂν τό γε censor Ienensis || 19 σῆμα K; σῶμα F.)
    310
    ἀνορύξαντες ἀνείλοντο τὰ ὀστᾶ· καὶ καταθέντες τὰ ὀστᾶ ἐς χλαμύδα πορφυρᾶν κομίζουσιν ἐπὶ τὸν Στρυ- μόνα. οἱ μὲν δὴ κατέχοντες βάρβαροι τὴν χώραν διαβαίνειν τὸν ποταμὸν ἐκώλυον, Ἅγνων δὲ σπονδὰς ποιησάμενος τρεῖς ἡμέρας ἀπέπεμψε τοὺς βαρβάρους καὶ διὰ τῆς νυκτὸς τὸν Στρυμόνα μετὰ τοῦ στρατεύ- ματος διελθὼν τά τε ὀστᾶ τοῦ Ῥήσου κατώρυξε παρὰ τὸν ποταμὸν καὶ τὸ χωρίον ἀποταφρεύσας ἐτείχιζε πρὸς τὴν σελήνην, ἡμέρας δὲ οὐκ εἰργάζοντο. καὶ δὴ [τὸ] πᾶν ἔργον ἐξετελέσθη τριῶν νυκτῶν. ὡς δὲ οἱ βάρβαροι μετὰ τρεῖς ἡμέρας ἐλθόντες τὸ τεῖχος εἶδον ἐγηγερμένον, ἐνεκάλουν Ἅγνωνι ὡς παραβάντι τὰς σπονδάς, ὁ δὲ οὐδὲν ἔφη ἀδικεῖν· σπείσασθαι γὰρ τρεῖς ἡμέρας, οὐ τρεῖς νύκτας. τούτῳ τῷ τρόπῳ τὰς Ἐννέα ὁδοὺς Ἅγνων οἰκίσας τὴν πόλιν Ἀμφίπολιν ἐκάλεσεν.

    Ἀμφίρητος Ἀκάνθιος λῃσταῖς ἁλοὺς, ἐς Λῆμνον [*](e.52,5) ἀχθεὶς ἐν δεσμοῖς ἐφρουρεῖτο τῶν λῃστῶν λύτρα με- γάλα ἐλπιζόντων· ὁ δὲ τροφῆς ἀποσχόμενος μίλτον ὕδατι ἁλμυρῷ μίξας ἔπιεν. ἐπεὶ δὲ διεχώρησεν, οἱ λῃσταὶ νομίσαντες αἵματος ῥύσιν αὐτῷ γεγονέναι τῶν δεσμῶν ἀνῆκαν, ὡς μὴ διὰ τὴν νόσον ἀποθάνοι καὶ δὴ τῶν λύτρων ἀπολουμένων. ὁ δὲ λυθεὶς, νύκτωρ ἀποδρὰς, ἁλιάδος ἐπιβὰς εἰς Ἄκανθον διεσώθη.

    [*](8 ἀποτραφεύσας F || 10 [τὸ] cf. 1, 48, 2 || 13 σπείσασθαι Heringa; στήσασθαι F || 15 οἰκήσας F || 17 Ἀμφίρητος F] Ἀμφά- ρετος vel Ἀμφήρετος coni. K || 18 Λίμνον F || 21 διεχώρισεν F || 24 λούτρων ἀπολλουμένων F; λύτρων [στεροῖντο] ἀπολουμένων R; ἀπολλυμένων M.)
    312

    Καὶ τόδε ὑμῖν ἕβδομον βιβλίον, ἱερώτατοι βασι- λεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγη- μάτων, ἐν ᾧ καταμάθοιτε ἂν καὶ τὰς τῶν βαρβάρων γνώμας οὐ παντάπασιν ἀστρατηγήτους· ἀλλὰ καὶ παρʼ ἐκείνοις μηχανὴ καὶ δόλος καὶ ἀπάτη σπουδάζεται. ὥστε αὐτοί τε ὑμῖν αὐτοῖς ἐν τῷ πολέμῳ καὶ τοῖς ὑπὸ ὑμῶν πεμπομένοις πολεμάρχοις ὀρθῶς ἂν παραγγέλλοιτε μὴ καταφρονεῖν ὡς ἀνοήτων ἢ ἀδόλων, ἀλλὰ τοὐναν- τίον μηδὲν οὕτως αὐτῶν πεφυλάχθαι ὡς τὸ δολερὸν καὶ ἄπιστον καὶ ἀπατηλὸν, οἷς μᾶλλον ἀγάλλεται τὸ βαρβαρικὸν ἢ τοῖς ὅπλοις. ἄριστον δὴ φυλακτήριον καὶ ἀνάλωτον ἔστω πρὸς αὐτοὺς ἀπιστία, μεθʼ ἦς ἰσχὺν τῶν ὅπλων ἕξομεν καὶ τὴν πρὸς αὐτοὺς τέχνην ὀξυτέ- ραν μελετήσομεν προμαθόντες αὐτῶν τὰς ἐννοίας τῶν στρατηγημάτων.

    Δηιόκης ὁ Μῆδος ἐπέθετο τῇ Μήδων ἀρχῇ ὧδε. Μῆδοι νομάδες ἦσαν, πόλιν οὐκ εἶχον, ἄγοντες ἄνευ νόμου καὶ δίκης, ἄγοντες καὶ φέροντες ἀλλήλους. Δηι- όκης ἐδίκαζε τοῖς γείτοσι καὶ τὸ ἵσον ἔχειν αὐτοὺς [*](10 ὡς τὸ vulg.; ὥστε F || 11 ἀγάλλεται Maasv. R; ἀγγέλεται F || 12 ἄριστον Heringa; ἄπιστον F; πιστὸν R || 13 ἔστω] ἐστι Heringa || 15 μελετήσωμεν F || 19 εἶχον, ἄγοντες Roth; εἶχον, ἔχοντες F; ἔχοντες vulg.)

    313
    ἐδίδασκεν. ἥσθησαν τῷ δικαστῇ, καὶ αὐτίκα κλέος ἦν ἐν Μήδοις αὐτοῦ, καὶ συνέθεον ἐπʼ αὐτὸν ὡς ἴσον δικαστήν. ἐπεὶ δὲ τῇ δόξῃ πάντας παρεστήσατο, τὰς θύρας κατασχίσας νύκτωρ αὐτὸς καὶ λίθων πλήσας τὴν τύρσιν ἔδειξε μεθʼ ἡμέραν τοῖς Μήδοις, ὡς ταῦτα διʼ αὐτοὺς παθῶν καὶ κινδυνεύσας ἀποθανεῖν, ὅτι αὐτοῖς δικάζοι. τὸ πλῆθος ἠγανάκτησαν καὶ ἀσφάλειαν αὐτῷ τοῦ σώματος ἐπεψηφίσαντο, χωρίον μὲν ἐνοικεῖν ὀχυρώτατον τὴν ἐν᾿ Ἀγβατάνοις ἄκραν, φύλακας δὲ τοῦ σώματος, οὓς αὐτὸς αἱροῖτο· χορηγίαν δὲ τροφῶν συνέ- ταξαν ἀπὸ τῶν ἱερῶν χρημάτων. ὁ δὲ ταύτην περι- βαλόμενος τὴν δορυφορίαν καὶ πλείονας ἀεὶ προσλαμ- βάνων ἀντὶ δικαστοῦ βασιλεὺς ἐγένετο.