Strategemata
Polyaenus Macedo
Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887
Οἱ περὶ Δαρεῖον ἑπτὰ σατράπαι τοὺς μάγους ἄρχοντας Περσῶν καταλύσαντες ἐβουλεύοντο τῆς ἀρχῆς πέρι. ἔδοξεν ἵπποις ἐποχουμένους ἄστεος ἔξω προελθεῖν· [*](Cap. 10. Cf. Herod. 3, 85 sq.; Iust. 1, 10, 3—10.) [*](4 ὑπεξῆγε F] ἐπεξῆγε D || 5 κατέλιπεν F] κατέλιπον vulg. 8 διώκειν om. vulg. || 10 καρτερῶς F] κρατερῶς D vulg.; cf. 2, 1, 19 et ad 1, 38, 2 || 11 ἐσβολὰς F] ἐμβολὰς MD || 12 καὶ πρὸς τοὺς προσάγοντας Κ || ἠφίεσαν W coll. 2, 25. 4, 6, 3. 6, 3; ἐφίεσαν F; ἀφίεσαν Cas. || 15 εἴβις F || 16 βάλλοντες vulg ; βαλόντες F || 22 ἵπποις M; ἵππους F || τοῦ] ἄστεος K.)
Δαρεῖος παρετάσσετο Σκύθαις. λαγῶς διήιξε παρὰ [*](513) τὴν Σκυθικὴν φάλαγγα. Σκύθαι μὲν ἐδίωκον τὸν λαγωόν. αρεῖος δὲ ἄξιονʼ ἔφη Σκύθας φεύγειν, οἳ τοσοῦτον ἡμῶν καταφρονοῦσιν, ὥστε Πέρσας κατα- λιπόντες τὸν λαγωὸν διώκουσι᾿. καὶ δὴ τὸ ἀνακλητι- κὸν σημήνας περὶ ἀναχωρήσεως ἐβουλεύσατο.
[*](e 20. 4)Δαρεῖος μέλλων τοῖς μάγοις νύκτωρ ἐπιτίθεσθαι [*](521) μετὰ τῶν ἑπτὰ Περσῶν, ἴνα ἐν σκότῳ δύναιντο γι- γνώσκειν ἀλλήλους, συνεβούλευσε τὸ τιαρόδεσμον, ὃ τῆς κεφαλῆς ὄπισθεν ἀποσφίγγει τὴν τιάραν, αὐτοὺς [*](Cap. 11 De fontibus cf J. p. 458—460.) [*](Cap 11. § 1. Ex Herodoto 4, 134.) [*](1 ὅτου δʼ ἂν F] ὅτου ἄν Hercher, Hermes 9, p. 112 || [ὁ] ἵππος coll Herod ὅτευ ἄν ὁ ἵππος 4 προσυγκείμενον K ; προκείμενον F || 9 οἱ δὲ M || 13 διήιξε W ex Herod.; διήλαξε F, διήλασε Heringe 129 || 18 σημήνας F] σημάνας M 21 το H; om. F || 22 ὄπισθεν vulg.; ὄπιθεν F.)
Δαρεῖος πρῶτος φόρους ἔταξε τοῖς ἔθνεσιν· ὅπως δὲ μὴ χαλεπήνειαν, οὐκ αὐτὸς ἔταξεν, ἀλλὰ τοῖς σα- τράπαις τάξαι προσέταξε. τῶν δὲ ὁρισάντων μεγάλους φόρους αὐτὸς προέγραψε τοὺς ἡμίσεις χαρίζεσθαι τοῖς ὑπηκόοις. οἱ δὲ ἄσμενοι τοὺς ἡμίσεις τελεῖν ὑπέστη- σαν ὡς ἤδη μεγάλην εὐεργεσίαν παρὰ τοῦ βασιλέως λαβόντες.
[*](513?)Δαρεῖος ἐπὶ Σκύθας ἐλάσας οὔτε Σκύθας ἑλεῖν οἷός τε ἦν οὔτε σιτίων ηὐπόρει. περὶ δρασμοῦ σκέψις ἦν. ὅπως οὖν λάθοι τοὺς Σκύθας, τὸ στρατόπεδον ὡς εἶχεν ἐᾷ κατὰ χώραν μένειν — ἦσαν ἐν αὐτῷ τραυματίαι πολλοὶ, ὄνοι, ἡμίονοι, κύνες —, ἀλλὰ καὶ πυρὰ πολλὰ διὰ νυκτὸς ἐκέλευσεν ἀνακαῦσαι. ταῦτα δὴ ὁρῶντες οἱ Σκύθαι, ἀκούοντες τοῦ ταράχου τῶν ζῴων καὶ τὰς σκηνὰς ἀκεραίους ὁρῶντες ᾤοντο παρεῖναι τοὺς Πέρσας. οἱ δὲ ἄρα ἦσαν πρὸ πολλοῦ πεφευγότες. Σκύθαι δὲ ὀψὲ τὴν ἀπόδρασιν μαθόντες ἐπεχείρουν διώκειν , οὓς καταλαβεῖν αὐτοῖς δυνατὸν ἦν οὐκέτι.
Δαρεῖος Καλχηδόνα ἐπολιόρκει. Καλχηδόνιοι τει- [*](e. 54, 22) χῶν ὀχυρότητι καὶ παρασκευῇ τροφῶν θαρροῦντες ἥκιστα τῆς πολιορκίας ἐφρόντιζον. Δαρεῖος τὴν μὲν [*](Cap. 11. § 3. Cf. Plut. apophth. reg. et imp. Dar. 2.) [*](Cap 11. § 4. Cf. Herod. 3, 135; Front. strat. 1, 5. 25.) [*](Cap. 11 § 5. Cf. Ctes. apud Photium, § 16 sq — J. p. 460.) [*](1 ᾖ vulg.; ἦν F || [τὸ] Κ || ἅμμα F] ἅμα M vug. || 2 (χουμί- τρας) del. Roth ut glossam, quam ἤγουν μίτρας fuisse censuit Hertlein || 6 προέγραψε W ut 7, 11, 7; προσέγραψε F || χαρίζεσθαι R; χαριζόμενος F; χαριζόμεθα Κ || 11 ηὐπόρει scripsi, cf. ad 4, 2, 20; εὐπόρει Κ; εὐπορία F || 21 Καλχηδόνα, Καλχηδόνιοι F] Καρχηδόνιοι M; Χαλκηδόνιοι D vulg. Ctesias: cf. Eckhel. doctr. num. 2, p. 411 sq.)
Δαρεῖος ἐπολέμει Σάκαις τριχῆ διῃρημένοις. μιᾶς ἐκράτησε μοίρας· τῶν δὲ Σακῶν μυρίων ζώντων ἁλόν- των τὰς ἐσθῆτας καὶ τὸν κόσμον καὶ τὰ ὅπλα περιέθηκε τοῖς Πέρσαις καὶ προσῆγεν αὐτοὺς τῇ δευτέρᾳ μοίρᾳ τῶν Σακῶν νόμῳ φιλίας ἠρέμα βαδίζοντας. οἱ δὲ Σάκαι τῷ σχήματι τῶν ἐσθήτων καὶ τῶν ὅπλων ἐξα- πατῶώμενοι φιλοφρόνως προσελθόντες ὡς οἰκείους ἠσπά- ζοντο. Πέρσαι δὲ, ἦν γὰρ αὐτοῖς παράγγελμα, πάντας ἐφόνευσαν καὶ μεταβάντες ἐπὶ τὴν τρίτην μοῖραν Σακῶν ἀμαχεὶ τούτων ἐκράτησαν· οὐδὲ γὰρ ἀντέστησαν τῶν δύο μοιρῶν προηττημένων.
Δαρεῖος Αἰγυπτίων οὐ φερόντων Ἀρυάνδου τοῦ σατράπου τὴν ὠμότητα καὶ διὰ τοῦτο ἀποστάντων [*](3 Καρχηδονίων F (et sic v. 11) || 4 τῶν ἀπὸ F || 7 τεκ- μαιράμενοι F] τεκμαιρόμενοι W || 12 Σάκαις vulg.; Σάκκοις (et sic semper) 13 Σάκκων F || μυρίων (i. e. ι) ζώντων ἁλόν- των W ; ί ζόντων ἁλόντων F; ἱξώντων ἁλόντων M; ἱζόντων D; ἁλόντων Κ; πεσόντων H: cf. 8, 10, 1 extr. || 14 καὶ τὸν κόσμον cum HM om. W coll. infra v. 17 et 7, 28, 2 || 21 ἀμαχὶ vulg. 22 μοιρῶν vulg.; μερῶν F 23 Ἀρυάνδου Heringa ex Herodoto, et sic 7, 34. 8, 47; Ὀρυάνδρου F, quod probat Gutschmid Philol. 9, p. 145.)
Δαρεῖος ἐπὶ Σάκας ἐστράτευσεν. οἱ βασιλεῖς τῶν Σακῶν, Σακεσφάρης, Αμόργης, Θάμυρις ἐβουλεύοντο ἐν ἐρήμῳ χωοίῳ περὶ τῶν παρόντων. ἱπποφορβὸς ἀνὴρ, Σιράκης, προσῆλθεν αὐτοῖς ἐπαγγελλόμενος δια- φθείρειν τὸ Περσῶν στράτευμα, ἐὰν τοῖς παισὶν αὐτοῦ καὶ τοῖς ἐγγόνοις δώσειν οἴκους καὶ χρήματα ὀμόσωσιν. οἱ μὲν ὤμοσαν, ὁ δὲ σπασάμενος τὴν παραξιφίδα ἀφεῖλεν αὑτοῦ ῥῖνα καὶ ὦτα καὶ το ἄλλο σῶμα δεινῶς ἐλωβήσατο· καὶ αὐτομολήσας πρὸς Δαρεῖον ταῦτα ἔφη παθεῖν ὑπὸ τῶν ἐν Σάκαις βασιλέων. Δαρεῖος ἐπί- στευσε τῷ μεγέθει τῆς συμφορᾶς, ὁ δὲ Σιράκης ἐπι- καλούμενος πῦρ ἀθάνατον καὶ ἱερὸν ὕδωρ τιμωρίαν παρὰ Περσῶνʼ ἔφη λαβεῖν ἐσπούδακα. ὁ δὲ τρόπος· Σάκαι τῆς ἐπιούσης νυκτὸς ἀπαίρειν μέλλουσιν· εἰ δὲ ἡμεῖς διὰ συντομωτέρας ὁδοῦ προλάβοιμεν τὴν χώραν, [*](1 ἐρήμης F] ἐρήμου M: cf ad 2, 1, 11 || 2 εὔτυχον F || 3 προέγραψε vulg.; προσέγραψε F 5 θαυμάσαντες F] μαθόντες M || 8 Σιράκης F; Σειράκης M || 10 Ἀμόργης Hemsterhuis. ad Lucian. (ed. Bipont 3, p. 393 coll. Ctes. fr. 3 et Theon pro- gymn. 9, 10; Ὁμάργης F; Ὁμάρτης rex laudatur a Charete Mi- tylenaeo ap. Athen. 13, 575b || 12 ἐπαγγελόμενος F || διαφθερεῖν 15 παραξιφίδα vulg.; παραξιφίδαν F || 16 αὐτοῦ F || 17 ἔφη M, ἔδει F || 23 προλάβωμεν vulg.)
Δαρεῖος πολιορκῶν Βαβυλῶνα χρόνῳ μακρῷ τὴν [*](e. 41, 5) πόλιν ἑλεῖν οὐχ οἷός τε ἦν. Ζώπυρος Δαρείου σατρά- πης ἀκρωτηριάσας τὸ πρόσωπον ἧκεν αὐτόμολος ὡς ταῦτα δὴ ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πιστεύουσι τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας. καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο· ἀλλʼ οὐδὲ εἴκοσι Βαβυλῶνας ἑλεῖν ἐβουλό- μην ἂν, ἐφʼ ᾧτε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον.᾿
Βασιλεὺς Ἀρταξέρξης Ὀρόντῃ προσέταξε ‘Τηρίβαζον [*](e. 51, 1) Κύπρου σατράπην ἄγε μοι δεδεμένονʼ. Ὀρόντης, ἐδε- δοίκει γὰρ Τηρίβαζον, λόχῳ τὸν ἄνδρα εἷλεν. ὁ δὲ λόχος· ἦν οἶκος, ἐν ᾧ βόθρος βαθύς. ἄνω τοῦ βόθρου κλίνην ἔθηκεν οὐκ ἐντεταμένην, ἀλλὰ στρώμασι ποικί- λοις κεκοσμημένην. καλεῖ Τηρίβαζον ὡς διαλεξόμενος περὶ ἀπορρήτων. Τηρίβαζος εἰσέρχεται καὶ καθιζάνει καὶ διὰ τῆς κλίνης εἰς τὸν βόθρον καταφέρεται καὶ συλληφθεὶς ἀναπέμπεται βασιλεῖ δεδεμένος.
[*](Cap. 13. Cf Herod. 3, 153 sq.; lust. 1, 10, 15; Front. strat. 3, 3, 4; Plut. apophth. reg. et imp. Dar. 4.)[*](Cap 14. De fontibus cf J. p. 460—462.)[*](Cap. 14. 1. Cf Diod. 15, 8, 3.)[*](4 ἀκροτηριάσας F || 9 εἴκοσι] ut Herod ; δέκα Diod.; ἑκατὸν Plut. || ἑλεῖν W; ἔχειν F; λαβεῖν Diod. Plut. || 11 Ἀρταξέρξης vulg. (quae p. 327, 1 inascripsit Ὀρόντης) || 15 λόχος·] sic distinxit W coll. p. 324, 21 || 17 διαλεξόμενος περὶ ἀπορρήτων· Τηρίβαζος W coll 4, 7, 4. 4, 11, 2. 5, 35 7, 29, 1. 8, 55; διαλεξόμενος Τιρί- βαζος ἀπόρρητα F; διαλεξόμενος Τηριβάζῳ ἀπόρρητα M; δια- λεξόμενος ἀπόρρητα. Τιρίβαζος D.)Ὀρόντης ἀποστὰς ἐπολέμει τοῖς βασιλέως στρατη- [*](360) γοῖς καὶ καταφυγὼν ἐπὶ λόφον τοῦ Τμώλου χαράκωμα περιεβάλετο. τῶν πολεμίων ἀντιστρατοπεδευσάντων παρήγγειλε τοῖς στρατιώταις ὀχυροῦν μάλιστα δὴ τὸ χαράκωμα καὶ τὰς ἐφοδείας καὶ τὰς φυλακὰς συγκρο- τοῦντας ὁρᾶσθαι τοῖς πολεμίοις. αὐτὸς δὲ νύκτωρ ἐπι- λέκτους ἱππέας λαβὼν ἐξώρμησε διὰ τῆς ἐπὶ Σάρδεων ὁδοῦ καὶ τὴν ἀγορὰν τὴν κομιζομένην τοῖς πολεμίοις ἥρπασε καὶ λείαν πολλὴν τῶν Σαρδιανῶν ἀπήλασε καὶ πέμψας ἄγγελον τοῖς ἐν τῷ χάρακι ταῦτα ἐμήνυσε καὶ συνέταξε τῆς ὑστεραίας ἐπιθέσθαι τοῖς πολεμίοις. οἱ μὲν δὴ θαρροῦντες ἐπεξῆλθον. Ὀρόντης δὲ κατὰ νώτου τῶν πολεμίων γενόμενος τοὺς μὲν ἀποκτείνας, τοὺς δὲ ζωγρήσας ἀσφαλῶς ἀπηλλάττετο.
Ὀρόντης ἐν Κύμῃ παρετάξατο Αὐτοφραδάτῃ μυ- [*](360) ρίους ἱππέας ἔχοντι αὐτὸς ἔχων μυρίους ὁπλίτας Ἕλλη- νας πρῶτον μὲν δὴ προσέταξε τοῖε Ἕλλησιν ἐπιστρα- φῆναι καὶ ἰδεῖν τὸ πεδίον ἡλίκον ἐμφανίζων, ὡς οὐκ ἄν τις τὴν τάξιν λύσας τοὺς ἱππέας διαφύγοι· ἐπεὶ δὲ συμβαλόντες ἔστησαν πεφραγμένοι, τῶν ἱππέων τὴν φάλαγγα διιππεῦσαι μὴ δυνηθέντων καὶ διὰ τοῦτο ἀποστραφέντων, Ὀρόντης ἐκέλευσε τοὺς Ἕλληνας, ἐαν πάλιν ἐπάγειν ἐγχειρῶσιν οἱ ἱππεῖς, τρία βήματα μόνον [*](Cap. 14. §§ 2—4. Hic Orontes diversus est ab eo, de quo § 1: cf. Sievers, Gesch Griechenl. p. 137 et 373; Pauly, R.-E s. v.) [*](5 ἐφοδείας Hertlein; ἐφοδίας F || 7 διὰ] καὶ διὰ F; καὶ del. W, post ὁδοῦ transposui cum Κ || Σάρδεων M a. m.: gene- tivus 1, 30, 8. 1, 40, 5. 1, 47, 2. 5, 19, 3 7, 20; Σάρδεις F || 16 ἱππέας M marg. pr. m.; ὁπλίτας F vulg. || 20 συμβαλόντες δ; συμβάλλοντες F || 21 φαλάγγαν F.)
Ὀρόντης πολλοὺς τῶν συμμάχων ἀποβαλὼν, οὕς Αὐτοφραδάτης ἐνέδρᾳ διέφθειρε, καθῆκε λογοποιοὺς διαγγέλλοντας, ὡς ἐγγὺς εἴησαν οἱ μισθοφόροι, ὥστε καὶ τῷ Αὐτοφραδάτῃ τοῦτο ἐξηγγέλλετο. τῶν δὴ βαρ- βάρων τοὺς ἰσχυροτάτους νυκτὸς ὥπλισεν ὅπλοις Ἑλλη- νικοῖς καὶ ἀρχομένης ἕω παρέταξεν αὐτοὺς μετὰ τῶν ἄλλων Ελλήνων ἐπιστήσας ἑρμηνέας διγλώσσους, ἵνα τὰ παρηγγελμένα τοῖς Ἕλλησιν οὗτοι φράζοιεν τοῖς βαρβάροις. Αὐτοφραδάτης ἰδών τὰ Ἑλληνικὰ ὅπλα. οἰηθεὶς ἥκειν τοὺς μισθοφόρους περὶ ὧν ἐπέπυστο, συμβαλεῖν οὐ θαρρήσας ἀναλαβὼν τὸ στρατόπεδον εφυγὲν.
Ξέρξης ἐπὶ τὴν Ελλάδα στρατεύων πολλὰ ἔθνη συνήγαγε λογοποιοὺς διασκεδάσας, ὡς οἱ κορυφαῖοι τῶν Ελλήνων ὡμολογήκασι προδοσίαν τῆς Ἑλλάδος δόξαντες οὖν οὐκ ἐς μάχην, ἀλλὰ ἐς ὠφέλειαν φανε- ρὰν καλεῖσθαι προθυμότερον ἠθροίζοντο. πολλοὶ δὲ τῶν βαρβάρων καὶ αὐτεπάγγελτοι συνεμάχησαν.
[*](480)Ξέρξης κατασκόπων Ἑλλήνων ἁλόντων ἐν τῷ στρα- τοπέδῳ κολάζει μὲν τοὺς ἄνδρας οὐδαμῶς, κελεύει δὲ περιαχθέντας ἰδεῖν τὴν δύναμιν ἅπασαν. ἐπεὶ δὲ εἶδον, [*](Cap. 15. § 2. Cf Herod. 7, 146; Plut. apophth. reg. et imp Xerx. 3.) [*](1 ἐνέβησαν W ; ἐπέβησαν M; ἀπέβησαν F || 5 διαγγέλοντας F || 6 ἐξηγγέλλετο F] ἐπηγγέλλετο vulg 10 τὰ παρηγγελ- μένα Cas ; τὰ παραγγέλματα F; ταὐτὰ παραγγέλματα Sittl 14 ἔφυγεν ; ἔφευγεν F 17 διασκευάσας Pierson.)
Ξέρξης ἐναυλόχει περὶ Ἄβυδον. σιτηγοὶ νῆες [*](480) Ἑλληνικαὶ παραπλέουσαι ἁλίσκονται ὑπὸ τῶν βαρβά- ρων. τοῖς μὲν δὴ ἔδοξε καταδῦσαι τὰς ὁλκάδας αὐτοῖς ἀνδράσιν, Ξέρξης δὲ τοὐναντίον ἤρετο ποῖ πλεῖτε;᾿ φησάντων ἐς τὴν Ἑλλάδα. καὶ ἡμεῖςʼ ἔφη ῾ ἐκεῖσε, ὥστε ὁ σῖτος τοῖς Ἕλλησιν ἀγόμενος ἡμέτερός ἐστιν. ἄπιτε δή.᾿ ταῦτα οἱ σωθέντες ἀπαγγείλαντες τοῖς Ἕλλησιν οὐ μικρὰν ἔκπληξιν αὐτοῖς παρέσχον.
[*](e. 34, 1)Ξέρξης ἐν Θερμοπύλαις πολλῶν βαρβάρων πεσόν [*](480) των ἀποκρυπτόμενος τὸ πλῆθος τῶν νεκρῶν προσέταξε τοῖς οἰκείοις αὐτῶν διὰ νυκτὸς τοὺς αὑτοῖς προσήκοντας γῇ κατακρύψαι.
Ξέρξης ἐν Θερμοπύλαις διὰ τὴν στενότητα τῶν [*](480) ὀρῶν πολλοὺς Περσῶν ἀποβαλὼν, Τραχινίου ἀνδρὸς Ἐφιάλτου δείξαντος ἀτραπὸν περὶ τοῖς ὄρεσι στενὴν, ἔπεμψεν ἄνδρας δισμυρίους, οἳ περιελθόντες κατὰ νώτου γενόμενοι τῶν Ἑλλήνων ἀπέκτειναν ἅπαντας, ὧν ἡγεῖτο Λεωνίδας.
Ἀρταξέρξης ἐπὶ τὴν Τισαφέρνους σύλληψιν κατέ· [*](395) πεμψε Τιθραύστην δύο ἐπιστολὰς κομίζοντα, τὴν μὲν πρὸς αὐτὸν περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς Ἕλληνας, [*](Cap. 15. § 3. Cf. Herod 7, 147.) [*](Cap. 16. § 1. Cf. Diod. 14, 80 extr.) [*](3 σιτηγοὶ M; σιτηγοῦ F; σιτηγαὶ vulg || 6 εἵρετο vulg. 7 τὲν om. HM || 8 ὥστε καὶ H ἀγόμενος τοῖς Ἕλλησιν M; [ὁ] ἀγόμενος Κ || 9 ταῦτα Dp et || Hertlein; τάτε F, τὰ δὲ M || 13 αὐτοῖς F.)
Ἀρταξέρξης τὸν πόλεμον ἠγωνοθέτει τοῖς Ἕλλησιν [*](e. 4, 11) ἀεὶ προστιθέμενος τοῖς ἡττωμένοις. ἀεὶ γὰρ ἐπανισῶν τὸ ἐλαττούμενον τὴν ἰσχὺν τοῦ νικῶντος κατέλυεν.
Ὦχος Ἀρταξέρξου τοῦ πατρὸς αὐτῷ τελευτήσαντος εἰδώς, ὅτι περιὼν μὲν ὁ πατὴρ φοβερὸς ἦν τοῖς ὑπη- κόοις, μετὰ δὲ τὴν τούτου τελευτὴν αὐτὸς εὐκατα- φρόνητος ἔσοιτο, τοῖς εὐνούχοις καὶ κατακοιμισταῖς καὶ τῷ χιλιάρχῳ συνθέμενος ἔκρυψε τὸν θάνατον ἐπὶ [*](4 δέον Hertlein; δέοι F vulg.: cf 1, 45, 4. 3. 9, 21. 8, 16. 7 || 14 ἣ M; ἦν F, ἣ δὲ ἄρα vulg || 16 Κυρείων vulg.; Κυρίων F; μυρίων W || 17 ὀλολύξειν Patakis.)