Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Δαρεῖος ἐπὶ Σάκας ἐστράτευσεν. οἱ βασιλεῖς τῶν Σακῶν, Σακεσφάρης, Αμόργης, Θάμυρις ἐβουλεύοντο ἐν ἐρήμῳ χωοίῳ περὶ τῶν παρόντων. ἱπποφορβὸς ἀνὴρ, Σιράκης, προσῆλθεν αὐτοῖς ἐπαγγελλόμενος δια- φθείρειν τὸ Περσῶν στράτευμα, ἐὰν τοῖς παισὶν αὐτοῦ καὶ τοῖς ἐγγόνοις δώσειν οἴκους καὶ χρήματα ὀμόσωσιν. οἱ μὲν ὤμοσαν, ὁ δὲ σπασάμενος τὴν παραξιφίδα ἀφεῖλεν αὑτοῦ ῥῖνα καὶ ὦτα καὶ το ἄλλο σῶμα δεινῶς ἐλωβήσατο· καὶ αὐτομολήσας πρὸς Δαρεῖον ταῦτα ἔφη παθεῖν ὑπὸ τῶν ἐν Σάκαις βασιλέων. Δαρεῖος ἐπί- στευσε τῷ μεγέθει τῆς συμφορᾶς, ὁ δὲ Σιράκης ἐπι- καλούμενος πῦρ ἀθάνατον καὶ ἱερὸν ὕδωρ τιμωρίαν παρὰ Περσῶνʼ ἔφη λαβεῖν ἐσπούδακα. ὁ δὲ τρόπος· Σάκαι τῆς ἐπιούσης νυκτὸς ἀπαίρειν μέλλουσιν· εἰ δὲ ἡμεῖς διὰ συντομωτέρας ὁδοῦ προλάβοιμεν τὴν χώραν, [*](1 ἐρήμης F] ἐρήμου M: cf ad 2, 1, 11 || 2 εὔτυχον F || 3 προέγραψε vulg.; προσέγραψε F 5 θαυμάσαντες F] μαθόντες M || 8 Σιράκης F; Σειράκης M || 10 Ἀμόργης Hemsterhuis. ad Lucian. (ed. Bipont 3, p. 393 coll. Ctes. fr. 3 et Theon pro- gymn. 9, 10; Ὁμάργης F; Ὁμάρτης rex laudatur a Charete Mi- tylenaeo ap. Athen. 13, 575b || 12 ἐπαγγελόμενος F || διαφθερεῖν 15 παραξιφίδα vulg.; παραξιφίδαν F || 16 αὐτοῦ F || 17 ἔφη M, ἔδει F || 23 προλάβωμεν vulg.)

325
ἐφʼ ἣν ἐκεῖνοι στέλλονται, ὥσπερ ἐν πάγῃ πάντας αἱρήσομεν. ἐγὼ δὲ ἱπποφορβὸς ὢν καὶ τὴν ἐπιστήμην τῆς χώρας ἁπάσης ἔχων ἡγήσομαι· σιτία δὲ καὶ ποτὰ ἑπτὰ ἡμερῶν ἐπαγώμεθα.ʼ ὁ μὲν ἡγήσατο τῆς ὁδοῦ, προάγων δὲ τῶν στρατιωτῶν ἡμέρας ἑπτὰ καὶ κατα- στήσας ἐς μέσην τὴν ἄνυδρον, ἐπιλιπόντος τοῦ ὕδατος καὶ τῶν σιτίων, τοῦ χιλιάρχου Ῥανοσβάτου τί σοι ἔδοξενʼ εἰπόντος ἐξαπατῆσαι τηλικοῦτον βασιλέα καὶ τοσοῦτο πλῆθος Περσῶν καὶ ἀγαγεῖν ἐς χώραν ἄνυ- δρον, ἐν ᾗ μήτε ὄρνεον ὁρῶμεν μήτε θηρίον καὶ οὔτε προϊέναι δυνατὸν οὔτε ἀναχωρεῖν;᾿  ὁ δὲ συγκροτήσας τὼ χεῖρε καὶ μεγάλα ἀναγελάσας ἐγωʼ ἔφη ‘νενίκηκα· βουλόμενος γὰρ σῶσαι Σάκας τοὺς ἐμοὺς πολίτας δίψει καὶ λιμῷ Πέρσας ἀπολώλεκα.᾿ ὁ μὲν χιλίαρχος τοῦ Σιράκου παραχρῆμα τὴν κεφαλὴν ἀπέκοψε, Δαρεῖος δʼ ἀναβὰς ἐπὶ λόφον ὑψηλὸν, τὸν κάνδυν καὶ τὴν τιάραν τῷ σκήπτρῳ περιθεὶς καὶ τὸ διάδημα τὸ βασιλι- κὸν περιδήσας κατέπηξεν ἐπὶ γῆς· καὶ — ἦν γὰρ ἐπιτολὴ τοῦ ἡλίου — ηὔξατο τῷ Ἀπόλλωνι, εἰ χρεὼν σωθῆναι Πέρσας, ὕδωρ ἐξ οὐρανοῦ παρασχεῖν. ὁ θεὸς ἐπήκουσε· καὶ ὄμβρος κατερράγη πολύς. τοῦτον ὑποδεξάμενοι δέρμασι καὶ ἀγγείοις οἱ Πέρσαι διεσαώθησαν ἐπὶ Βάκ- τρον ποταμὸν τῷ θεῷ χάριν ὑπὲρ σωτηρίας εἰδότες· ὅσον δὲ ἐπὶ τῇ ἀπάτῃ τοῦ ἱπποφορβοῦ πάντες [ἂν] διε- φθάρησαν. τοῦτον τὸν ἱπποφορβὸν ὕστερον καὶ Ζώπυ- ρος μιμησάμενος καὶ ἀκρωτηριάσας τὸ πρόσωπον Βα- βυλωνίους ἐξαπατήσας ἐχειρώσατο.

[*](1 πάγει F || 4 ἐπαγώμεθα vulg ; ἐπαγόμεθα F || 9 τοσοῦτο F] τοσοῦτον vulg. || 18 ἐπιτολὴ … τοῦ ἡλίου F; ἐπιτολὴ τοῦ ἡλίου; ἐπὶ πολὺ D 24 [ἂν] inserui: cf. 4, 6, 11 extr 25 τοῦτον τὸυ M; τὸν om F.)