Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

326
[*](518)

Δαρεῖος πολιορκῶν Βαβυλῶνα χρόνῳ μακρῷ τὴν [*](e. 41, 5) πόλιν ἑλεῖν οὐχ οἷός τε ἦν. Ζώπυρος Δαρείου σατρά- πης ἀκρωτηριάσας τὸ πρόσωπον ἧκεν αὐτόμολος ὡς ταῦτα δὴ ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πιστεύουσι τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας. καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο· ἀλλʼ οὐδὲ εἴκοσι Βαβυλῶνας ἑλεῖν ἐβουλό- μην ἂν, ἐφʼ ᾧτε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον.᾿