Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Δαρεῖος παρετάσσετο Σκύθαις. λαγῶς διήιξε παρὰ [*](513) τὴν Σκυθικὴν φάλαγγα. Σκύθαι μὲν ἐδίωκον τὸν λαγωόν. αρεῖος δὲ ἄξιονʼ ἔφη Σκύθας φεύγειν, οἳ τοσοῦτον ἡμῶν καταφρονοῦσιν, ὥστε Πέρσας κατα- λιπόντες τὸν λαγωὸν διώκουσι᾿. καὶ δὴ τὸ ἀνακλητι- κὸν σημήνας περὶ ἀναχωρήσεως ἐβουλεύσατο.

[*](e 20. 4)

Δαρεῖος μέλλων τοῖς μάγοις νύκτωρ ἐπιτίθεσθαι [*](521) μετὰ τῶν ἑπτὰ Περσῶν, ἴνα ἐν σκότῳ δύναιντο γι- γνώσκειν ἀλλήλους, συνεβούλευσε τὸ τιαρόδεσμον, ὃ τῆς κεφαλῆς ὄπισθεν ἀποσφίγγει τὴν τιάραν, αὐτοὺς [*](Cap. 11 De fontibus cf J. p. 458—460.) [*](Cap 11. § 1. Ex Herodoto 4, 134.) [*](1 ὅτου δʼ ἂν F] ὅτου ἄν Hercher, Hermes 9, p. 112 || [ὁ] ἵππος coll Herod ὅτευ ἄν ὁ ἵππος 4 προσυγκείμενον K ; προκείμενον F || 9 οἱ δὲ M || 13 διήιξε W ex Herod.; διήλαξε F, διήλασε Heringe 129 || 18 σημήνας F] σημάνας M 21 το H; om. F || 22 ὄπισθεν vulg.; ὄπιθεν F.)

322
ἐς μέτωπον περιαγαγεῖν, ἴνα σημεῖον ᾖ [τὸ] ἄμμα τῆς τιάρας (χουμίτρας) ἁπτομένοις τοῦ μετώπου.

Δαρεῖος πρῶτος φόρους ἔταξε τοῖς ἔθνεσιν· ὅπως δὲ μὴ χαλεπήνειαν, οὐκ αὐτὸς ἔταξεν, ἀλλὰ τοῖς σα- τράπαις τάξαι προσέταξε. τῶν δὲ ὁρισάντων μεγάλους φόρους αὐτὸς προέγραψε τοὺς ἡμίσεις χαρίζεσθαι τοῖς ὑπηκόοις. οἱ δὲ ἄσμενοι τοὺς ἡμίσεις τελεῖν ὑπέστη- σαν ὡς ἤδη μεγάλην εὐεργεσίαν παρὰ τοῦ βασιλέως λαβόντες.

[*](513?)

Δαρεῖος ἐπὶ Σκύθας ἐλάσας οὔτε Σκύθας ἑλεῖν οἷός τε ἦν οὔτε σιτίων ηὐπόρει. περὶ δρασμοῦ σκέψις ἦν. ὅπως οὖν λάθοι τοὺς Σκύθας, τὸ στρατόπεδον ὡς εἶχεν ἐᾷ κατὰ χώραν μένειν — ἦσαν ἐν αὐτῷ τραυματίαι πολλοὶ, ὄνοι, ἡμίονοι, κύνες —, ἀλλὰ καὶ πυρὰ πολλὰ διὰ νυκτὸς ἐκέλευσεν ἀνακαῦσαι. ταῦτα δὴ ὁρῶντες οἱ Σκύθαι, ἀκούοντες τοῦ ταράχου τῶν ζῴων καὶ τὰς σκηνὰς ἀκεραίους ὁρῶντες ᾤοντο παρεῖναι τοὺς Πέρσας. οἱ δὲ ἄρα ἦσαν πρὸ πολλοῦ πεφευγότες. Σκύθαι δὲ ὀψὲ τὴν ἀπόδρασιν μαθόντες ἐπεχείρουν διώκειν , οὓς καταλαβεῖν αὐτοῖς δυνατὸν ἦν οὐκέτι.

Δαρεῖος Καλχηδόνα ἐπολιόρκει. Καλχηδόνιοι τει- [*](e. 54, 22) χῶν ὀχυρότητι καὶ παρασκευῇ τροφῶν θαρροῦντες ἥκιστα τῆς πολιορκίας ἐφρόντιζον. Δαρεῖος τὴν μὲν [*](Cap. 11. § 3. Cf. Plut. apophth. reg. et imp. Dar. 2.) [*](Cap 11. § 4. Cf. Herod. 3, 135; Front. strat. 1, 5. 25.) [*](Cap. 11 § 5. Cf. Ctes. apud Photium, § 16 sq — J. p. 460.) [*](1 ᾖ vulg.; ἦν F || [τὸ] Κ || ἅμμα F] ἅμα M vug. || 2 (χουμί- τρας) del. Roth ut glossam, quam ἤγουν μίτρας fuisse censuit Hertlein || 6 προέγραψε W ut 7, 11, 7; προσέγραψε F || χαρίζεσθαι R; χαριζόμενος F; χαριζόμεθα Κ || 11 ηὐπόρει scripsi, cf. ad 4, 2, 20; εὐπόρει Κ; εὐπορία F || 21 Καλχηδόνα, Καλχηδόνιοι F] Καρχηδόνιοι M; Χαλκηδόνιοι D vulg. Ctesias: cf. Eckhel. doctr. num. 2, p. 411 sq.)

323
στρατιὰν οὐ προσῆγε τοῖς τείχεσιν, ἀλλʼ οὐδὲ τὴν χώ- ραν ἔβλαπτε, προσποιούμενος δὲ ἀναμένειν συμμαχίαν μείζονα τὴν ἡσυχίαν ἦγε. τῶν δὲ Καλχηδονίων τειχο- φυλακούντων ἀπὸ τοῦ καλουμένου Ἀφασίου λόφου, πεντεκαίδεκα στάδια τῆς πόλεως ἀπέχοντος, ἤρξαντο μεταλλεύειν ὑπόνομον οἱ Πέρσαι. ἐπεὶ δὲ κατὰ τὴν ἀγορὰν ὀρύσσοντες ἐγένοντο τεκμαιράμενοι ῥίζαις τῶν ἐλαιῶν, αἳ περὶ τὴν ἀγορὰν ἐπεφύκεσαν, νύκτα ἀνα- μείναντες, τὸν ὑπόνομον ἀναστομώσαντες ἀνέβησαν ἐς τὴν ἀγορὰν καὶ τὴν πόλιν ἄνευ μάχης κατὰ κράτος εἷλον Καλχηδονίων τὰ τείχη φυλαττόντων.

[*](e. 28, 5)

Δαρεῖος ἐπολέμει Σάκαις τριχῆ διῃρημένοις. μιᾶς ἐκράτησε μοίρας· τῶν δὲ Σακῶν μυρίων ζώντων ἁλόν- των τὰς ἐσθῆτας καὶ τὸν κόσμον καὶ τὰ ὅπλα περιέθηκε τοῖς Πέρσαις καὶ προσῆγεν αὐτοὺς τῇ δευτέρᾳ μοίρᾳ τῶν Σακῶν νόμῳ φιλίας ἠρέμα βαδίζοντας. οἱ δὲ Σάκαι τῷ σχήματι τῶν ἐσθήτων καὶ τῶν ὅπλων ἐξα- πατῶώμενοι φιλοφρόνως προσελθόντες ὡς οἰκείους ἠσπά- ζοντο. Πέρσαι δὲ, ἦν γὰρ αὐτοῖς παράγγελμα, πάντας ἐφόνευσαν καὶ μεταβάντες ἐπὶ τὴν τρίτην μοῖραν Σακῶν ἀμαχεὶ τούτων ἐκράτησαν· οὐδὲ γὰρ ἀντέστησαν τῶν δύο μοιρῶν προηττημένων.

Δαρεῖος Αἰγυπτίων οὐ φερόντων Ἀρυάνδου τοῦ σατράπου τὴν ὠμότητα καὶ διὰ τοῦτο ἀποστάντων [*](3 Καρχηδονίων F (et sic v. 11) || 4 τῶν ἀπὸ F || 7 τεκ- μαιράμενοι F] τεκμαιρόμενοι W || 12 Σάκαις vulg.; Σάκκοις (et sic semper) 13 Σάκκων F || μυρίων (i. e. ι) ζώντων ἁλόν- των W ; ί ζόντων ἁλόντων F; ἱξώντων ἁλόντων M; ἱζόντων D; ἁλόντων Κ; πεσόντων H: cf. 8, 10, 1 extr. || 14 καὶ τὸν κόσμον cum HM om. W coll. infra v. 17 et 7, 28, 2 || 21 ἀμαχὶ vulg. 22 μοιρῶν vulg.; μερῶν F 23 Ἀρυάνδου Heringa ex Herodoto, et sic 7, 34. 8, 47; Ὀρυάνδρου F, quod probat Gutschmid Philol. 9, p. 145.)

324
αὐτὸς διὰ τῆς ἐρήμης Ἀραβίας ὁδεύσας ἧκεν εἰς Μέμ- φιν. ἔτυχον δὲ Ἀἰγύπτιοι τὸν Ἆπιν ἀφανῆ γεγονότα κατʼ ἐκείνας τὰς ἡμέρας πενθοῦντες. Δαρεῖος προέ- γραψε τῷ ἀγαγόντι τὸν Ἆπιν δώσειν ἑκατὸν τάλαντα χρυσίου, οἱ δὲ τὴν εὐσέβειαν αὐτοῦ θαυμάσαντες οὐκέτι μετὰ τῶν ἀποστάντων ἐτράποντο, ἀλλὰ σφᾶς αὐτοὺς Δαρείῳ παρέδωκαν.