Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Τισαφέρνης πρὸς Κλέαρχον ἐσπείσατο παρακα- [*](401) θισάμενος τὰς παλλακίδας τὰς δὲ αὐτὰς ἔφη σπονδὰς ἐθέλειν ποιεῖσθαι καὶ πρὸς τοὺς λοιποὺς ἡγεμόνας. ἧκον οἱ λοιποὶ, Πρόξενος Βοιώτιος, Μένων Θετταλὸς, Ἆγις Ἀρκὰς, Σωκράτης Ἀχαιός· εἵποντο τούτοις λο- χαγοὶ εἴκοσι, στρατιῶται διακόσιοι. Τισαφέρνης τοὺς μὲν στρατηγοὺς δήσας ἔπεμψεν ὡς βασιλέα, τοὺς δὲ ἄλλους αὐτὸς ἀπέκτεινε πάντας.

Τισαφέρνης ἐμβαλεῖν ἐς Μίλητον καὶ τοὺς φυγά- [*](399) δας καταγαγεῖν ἐβουλεύετο. ἀπαράσκευος μὲν δὴ ὢν περιβόητον ἐποίει τὸ ἔργον ὡς τοῦτο δράσων αὐτίκα, ὥστε καὶ Μιλήσιοι τὰ ἐκ τῶν ἀγρῶν εἰς ἄστυ ἀνεκο- μίσαντο. παρεσκευασμένος δὲ τὸ στρατόπεδον διαλύειν προσεποιήσατο καὶ οὐ μακρὰν ἀπεπέμψατο. Μιλήσιοι τὰς γνώμας μεταβαλόμενοι διαλυθὲν τὸ στράτευμα ὁρῶντες ἐς τοὺς ἀγροὺς ἀνεχώρησαν, ὁ δὲ ὑπὸ συν- θήματι τὸ στράτευμα συλλέξας διὰ τάχους πάντας Μιλησίους ἔξω τῆς πόλεως διεσπαρμένους ἐχειρώσατο.

[*](Cap. 18. § 1. Cf. Xenoph. anab. 2, 5, 31 sq. — J. p. 463 sq.)[*](9 παλλακίδας vulg ; παλακίδας F || 12 Ἆγις ex F, qui Ἄγις; Ἀγίας Xenopb.: cf. Rnott, de fide et fontibous Polyaeni p. 74 || 20 παρασκευασάμενος D vulg. || 22 μεταβαλόμενοι K; μεταβαλλό- μενοι F.)
332
[*](403)

Φαρνάβαζος κατὰ Λυσάνδρου Λακεδαιμονίοις ἔγρα- ψεν· οἱ δὲ ἀπὸ τῆς Ασίας αὐτὸν ἀνεκαλέσαντο σκυτά- λην πέμψαντες. Λύσανδρος ἱκετεύει Φαρνάβαζον ἄλλην ἐπιστολὴν ὑπὲρ αὑτοῦ γράψαι φιλάνθρωπον. Φαρνά- βαζος ὑποσχόμενος φανερῶς μὲν ἔγραψεν οἵαν ὁ Λύ- σανδρος ἠξίωσε, κρύφα δὲ εἶχεν ἑτέραν γεγραμμένην, ἐν δὲ τῷ τὴν σφραγῖδα ἐπιβάλλειν ὑπαλλάξας τὰ βιβλία μηδὲν διαφέροντα τῇ ὄψει δίδωσιν αὐτῷ τὴν κρύφα γεγραμμένην. Λύσανδρος ἐπανελθὼν ἐς Λακεδαίμονα τοῖς ἐφόροις κατὰ τὸ ἔθος ἀπέδωκε τὰ γράμματα, οἱ δὲ ἀναγνόντες ἔδειξαν αὐτῷ τὴν ἐπιστολὴν προειπόντες μηδὲν ἀπολογίας δεῖσθαι αὐτὸν καθʼ αὑτοῦ γράμματα κομίσαντα.

[*](385)

Γλῶς ἦν ἐν Κύπρῳ. τῶν δὲ ἀμφʼ αὐτὸν Ἑλλή- νων τοῖς ἐν Ἰωνίᾳ κατʼ αὐτοῦ γραφόντων βουλόμε- νος εὑρεῖν τοὺς αἰτίους τριήρη καθείλκυσε καὶ τοῖς ἐρέταις ἔδωκεν ἐφόδιον καὶ πλεῖν ἐκέλευσεν ἐπʼ Ἰωνίας. τοῦ κυβερνήτου τὴν ἀναγωγὴν ἐπίτηδες ἀναβαλλομένου πολλοὶ πολλὰς ἐπιστολὰς τοῖς ἐρέταις ἔδωκαν. οἱ μὲν δὴ ἀνήχθησαν καὶ βραχὺ τῆς πόλεως ἀπωτέρω προσ- ωρμίσαντο, ὁ δὲ παρελθὼν πεζῇ πρὸς τὴν τριήρη προσέταξε τοῖς ἐρέταις πάσας προσκομίσαι τὰς ἐπιστο- [*](Cap. 19. Cf. Plut Lys 19 sq.; Corn. Nep. Lys. 4.) [*](5 αὐτοὔ F || γράψαι F] πέμψαι M || δὲ vulg.; δὴ F || σφραγίδαν F || ἐπιβάλλειν K et Plutarch.; ἐπιβαλεῖν F 12 ἀνα- γνόντες τὴν ἐπιστολὴν ἔδειξαν αὐτῷ W || προσειπόντες Patakis || 22 ἀνωτέρω? W.)

333
λάς, ἐν αἷς τοὺς κατʼ αὐτοῦ γράφοντας εὑρὼν οὐδένα τούτων [ὅν] οὐχὶ παραχρῆμα βασανίσας ἀπέκτεινεν.

Δατάμης ὑπὸ τῶν στρατιωτῶν ἀπαιτούμενος μι- σθὸν μηνῶν πλειόνων, ἐς ἐκκλησίαν συναγαγὼν αὐτοὺς ἔφη πολλὰ χρήματα ἔχειν ἐν χωρίῳ τριῶν ἡμερῶν ὁδὸν ἀπέχοντι· καὶ δὴ τὴν ταχίστην εἰς τοῦτο ἐπειγώμεθα.᾿ ἐπίστευσαν οἱ στρατιῶται καὶ ἠκολούθησαν. ἀπέχοντας δὲ ἡμέρας ὑδὸν ἐκέλευσε κατὰ χώραν μένειν ἀναπαυο- μένους. ἀναλαβὼν δὴ τοὺς περὶ αὑτὸν καὶ καμήλους καὶ ἡμιόνους, ἐλθὼν ἐς ἱερὸν ἐγχωρίῳ πλούτῳ κεκο- θμημένον ἔλαβεν ἀργυρίου τάλαντα τριάκοντα. ταῦτα ἐπὶ τῶν καμήλων καὶ τῶν ἡμιόνων ἤγαγεν ἐς τὸ στρατόπεδον ὀλίγα μὲν ἀγγεῖα πληρώσας, πολλὰ δὲ κατασκευάσας ὁμοίως τοῖς πεπληρωμένοις. ἐπεὶ δέ τινα τῶν πεπληρωμένων ἔδειξε τοῖς στρατιώταις, οἱ μὲν εὐέλπιδες ἐγένοντο ὡς χρήματα ἔχοντες, ὁ δὲ ἔφη δεῖν εἰς Ἀμισὸν ἀφικομένους κόψαι νόμισμα· ἦν δὲ ἄρα Ἀμισὸς ἡμερῶν πολλῶν ὁδὸν ἀπέχουσα καὶ χώρα δυσχείμερος. τὸν δὴ χειμῶνα ὅλον οἱ στρατιῶται ἡσύ- χασαν οὐκ ἀπαιτοῦντες.

Δατάμης ἐπιβουλείων Σινωπεῦσι ναυτικὸν ἔχου- σιν αὐτος ναυπηγῶν καὶ τεκτόνων ἀπορούμενος φιλίαν [*](Cap. 21. De fontibus cf. J. p. 465—469.) [*](Cap 21. § 1. Cf. Aristot. oecon. 2, 25. — J. p. 466.) [*](Cap. 21 § 2. Cf. Aen. Tect. 40.) [*](2 [ὃν] Patakis, Hertlein || 6 ὁδὸν om. M vulg. 7 ἐπειγώ- μεθα vulg.; ἐπειγόμεθα F || 9 χώραν Cas.; χώρας F || 10 αὐτὸν F || 11 κεκοσμημένῳ F || 12 ἀργυρίου M et Aristot. l. l.; ἀργύρου vulg. || 17 ἐγίγνοντο vulg. || 18 Ἀμησὸν F 20 δὴ Cas.; δὲ F.)

334
συνθέμενος πρὸς αὐτοὺς ἐπηγγείλατο Σήσαμον αὐτοῖς ἐκπολιορκήσας παραδώσειν, ἣν μάλιστα πολεμιωτάτην ἡγοῦντο. ἐπίστευσαν οἱ Σινωπεῖς καὶ παρεκάλεσαν, ὧν ἂν ἐς τὸν πόλεμον δέοιτο, παρʼ αὐτῶν λαμβάνειν. ὁ δὲ ἄλλου μὲν οὐδενὸς ἔφη δεῖσθαι ὡς λαμπρὰι χορηγίαν ἔχων καὶ χρημάτων καὶ σωμάτων, τοὺς δὲ τὰ μηχανήματα, κριοὺς καὶ χελώνας, κατασκευάζοντας οὐκ ἔχειν, ἃ δὴ μάλιστα ὠφέλιμα τοῖς πολιορκοῦσιν. οἱ Σινωπεῖς πάντας τοὺς ἐν τῇ πόλει τεχνίτας καὶ ἀρχιτέκτονας ἔπεμψαν αὐτῷ. ὁ δὲ ταῖς τέχναις αὐτῶν χρησάμενος νοῦς πολλὰς καὶ μηχανήματα κατασκευάσας ἀντὶ Σησάμου τὴν Σινώπην ἐπολιόρκησεν.

[*](c. 362)

Δατάμης Εὐφράτην διαβὰς ἐπολέμει μεγάλῳ βα- [*](e. 48, 7) σιλεῖ· ὁ δὲ μετὰ πολλῆς δυνάμεως ἐπῄει οὐ πάνυ τῶν ἐπιτηδείων εὐπόρως ἔχων, σχολαίτερον ὁδεύων. Δατά- μης ἄνω τοῦ ποταμοῦ πολλὴν ὁδὸν παρελάσας, τὰς ἁμάξας σύνδυο ζεύξας ἐπέθηκεν ἄλλας δύο κατʼ αὐτῶν καὶ συνήλωσε πρὸς ἀλλήλας καὶ περὶ τοὺς κανθοὺς κάτω σανίδας προσήλωσεν, ὅπως οἱ τροχοὶ ἐς τὴν ἰλὺν τοῦ ποταμοῦ μὴ καταδύοιντο· ἄνδρας δὲ ἐρρωμενε- στάτους τὰ γενναιότατα τῶν ὑποζυγίων ἐπισύροντας ἀπὸ κάλου διανήξασθαι προσέταξεν. ἔπειτα ἐνῆγε τὰς προσηλωμένας ἁμάξας εἰς τὸν ποταμὸν, τῶν μὲν ὄπι- σθεν ὠθούντων , τῶν δὲ διανηξαμένων ἔμπροσθεν ἑλκόντων κάλοις μεγάλοις ἐξηρτημένοις, καὶ ἐπιβαλῶν [*](Cap. 21. § 3. Cf. J. p. 466 sq.) [*](1 Σήσαμον Heringa, quod probat Hertlein, Iahnii annal. 1861, p. 256; Σηστὸν F, W coll. Xen. ges. 2, 26; Corn. Nep. 13, 1; Philologus IV, 94 || 17 ἄλλους vulg || ἐπʼ αὐτῶν Patakis 21 ἐπισύροντας V, K, Seybold (cf. ἐφελκομένους H); ἐπισύροντα F || 22 προσέταξεν Κ ex V iussit; προσέθηκεν F || 25 ἐξηρτημένας K.)

335
ἄνω κλήματα καὶ ξύλα διέβη τὸν ποταμὸν μετὰ τῆς ἑαυτοῦ δυνάμεως· καὶ ἐς τὴν αὑτοῦ ἀφίκετο ἡμέραις δέκα πρότερον ἢ τὸν βασιλέα ἐπὶ τὸν ποταμὸν ἀφ- ικέσθαι.

Δατάμης μαθὼν, ὡς ἐπιβουλεύοιτο ὑπὸ στρατιωτῶν [*](c. 362) ἰδίων, [ἐν] Ἀσπενδίῳ [πεδίῳ] μέλλων συμβαλεῖν πολε- μίοις ἄλλον διεσκεύασε τῇ αὑτοῦ πανοπλίᾳ, ἐν ἄλλῃ δὲ αὐτὸς ἐκινδύνευεν. οἱ δὲ ἐπιθέμενοι ἐγνώσθησαν ὑπὸ τοῦ σχήματος ἐξαπατηθέντες.

Δατάμης πολιορκῶν Σινώπην , γράμματα παρὰ βασιλέως δεξάμενος οὐκ ἐῶντος πολιορκεῖν, ἀναγνοὺς προσεκύνησε τὴν ἐπιστολὴν καὶ ἔθυσεν εὐαγγέλια ὡς μεγάλα δὴ ἀγαθὰ παρὰ βασιλέως λαβών· καὶ νυκτὸς ἐπιβὰς τῆς νεὼς ἀπέπλευσεν.

[*](e. 48. 8)

Δατάμης Αὐτοφραδάτην διώκοντα φεύγων ἧκεν ἐγγὺς ποταμοῦ· τὸν δὲ πόρον ἐκκλίνας προσεποιήσατο στρατοπεδεύειν τὰς μὲν μεγίστας καὶ ὑψηλοτάτας σκη- νὰς κατὰ πρόσωπον σκηνώσας, τὰ δὲ σκευοφόρα λύειν ὄπισθεν οὐκ ἐάσας, ἀλλʼ οὐδὲ τοῖς στρατιώταις ἀπο- θέσθαι τὰ ὅπλα ἐπιτρέψας. οἱ πολέμιοι τὰς σκηνὰς ὁρῶντες καὶ αὐτοὶ κατεσκήνωσαν καὶ τὰ σκευοφόρα τʼ ἔλυσαν καὶ τοὺς ἵππους ἀφῆκαν ἐπὶ νομὴν καὶ παρα- σκευῇ τοῦ δείπνου προσεῖχον. Δατάμης ἑτοίμην καὶ διεσκευασμένην ἔχων τὴν δύναμιν διὰ τοῦ ποταμοῦ [*](Cap. 21 § 4. Cf Corn. Nep. Dat 9. — J. p. 467.) [*](2 ἑαυτοῦ F] αὑτοῦ vulg. || αὐτοῦ F || ἡμέραις Κ, Hertliein; ἡμέρας F || 6 [ἐν] Ἀσπενδίῳ [πεδίῳ] Cas.; ἀσπενδίῳ F; ἐμπεδίῳ M; in campo V; ἐν Ἀσπένδῳ W || συμβαλεῖν F] συμβάλλειν vulg. 18 σκηνώσας D; σκηνῆσαι F || 19 ὄπισθεν vulg.; ὄπιθεν F || 21 τʼ ἔλυσαν Hertlein; ἔλυσαν Κ; διέλυσαν 22 [τῇ] παρασκεῦῃ Κ || 24 παρεσκευασμένην M.)

336
διήγαγεν. οἱ πολέμιοι διεσκεδασμένην τὴν δύναμιν αὑτῶν ἕως ἀνεκάλουν καὶ συνέλεγον καὶ συνέταττον καὶ τοὺς ἵππους ἐνεσκεύαζον καὶ τὰ ὅπλα ἀνελάμβανον, οἱ περὶ Δατάμην φθάσαντες ᾤχοντο.

[*](c. 362)

Δατάμης πολεμίοις παρετάσσετο. ἐν τῷ κινδύνῳ [*](e. 40, 4) τῆς μάχης ἵππαρχος ἀπὸ κέρως εὐωνύμου τοὺς ἱππέας ἀναλαβών ηὐτομόλει πρὸς τοὺς ἐναντίους. ὁ δὲ τοῖς πεζοῖς καταπεπληγόσι τὴν προδοσίαν παραθέων ὅλην τὴν φάλαγγα θαρρεῖν παρεκελεύετο ὡς καὶ τῶν ἱππέων ἐν καιρῷ συνεπιθησομένων, ὃν αὐτὸς εἴη δεδωκώς. ἐπίστευσαν οἱ πεζοὶ, προλαβεῖν τῶν ἰππέων τὴν νίκην ἔσπευσαν καὶ αὐτοὶ πάντες εὐρώστως ἐμβαλόντες τοῖς πολεμίοις ἐνίκησαν· καὶ μετὰ τὴν νίκην ἔμαθον τὴν προδοσίαν τῶν ἱππέων.

Θρᾴκια ἔθνη Κεβρήνιοικαὶ Συκαιβόαι. παρὰ τούτοις νόμος τῆς Ἥρας τοὺς ἱερεῖς ἡγεμόνας ἔχειν. ἦν αὐτοῖς ίερεὺς καὶ ἡγεμὼν Κοσίγγας. οἱ Θρᾷκες οὐκ ἐπειθάρ- χουν. ὁ Κοσίγγας κλίμακας πολλὰς καὶ μεγάλας ξυλί- νας ἤγειρε συνθεὶς ἄλλας ἐπʼ ἄλλαις καὶ οἷος ἦν ἐς τὸν οὐρανὸν ἀναβῆναι κατερῶν πρὸς τὴν Ἥραν τῶν Θρᾳκῶν ὡς ἀπειθούντων. οἱ δὲ, οἷα δὴ Θρᾷκες [*](Cap. 21. § 7. Cf Nep. Datam. 6; Diod. 15, 91; Front. strat. 2, 7, 9. — Wachsmuth, Mus. Rhen. 37, p. 156 sqq.) [*](1 διῆγεν M || 2 αὐτῶν F || ἂν ἐκάλουν F || 9 θαρρεῖν R, Patakis; τηρνῖν F. cf 2, 2, 5. 2, 3, 12. 2, 10, 1 2, 18. 5, 2, 6 || || 11 καὶ προλαβεῖν vulg. || 16 Κεβρήνιοι Maasv. coll Strab 13 p. 590; Κερρήνιοι F || Συκαιβόαι F; Σκαιβόαι MV; … βόαι D; Σκαῖοι Strabo et Hecataeus 20 || οἷος Cobet, var. lect. ;. 195 λόγος F || 21 ἀναβῆναι F] ἀναβήσεται Κ || κατερῶν M; καταί- ρων F.)

337
ἀνόητοι καὶ ἄλογοι, δείσαντες τὴν εἰς οὐρανὸν τοῦ ἡγεμόνος ἀνάβασιν ἱκέτευσαν καὶ ὤμοσαν, ἦ μὴν ὑπ- ακούσεσθαι πᾶσιν αὐτοῦ τοῖς προστάγμασιν.

[*](375—551)

Μαύσωλος βασιλεὺς Καρίας χρήματα παρὰ τῶν φίλων ἐβούλετο λαβεῖν καὶ φανερῶς αἰτεῖν ὀκνῶν υπεκρίνατο βασιλεὺς ἀφαιρεῖταί με τὴν ἀρχήν᾿. καὶ καλέσας τοὺς φίλους ἀντίον αὐτῶν προκομίζει τὰ κει- μήλια, χρυσὸν, ἄργυρον, ἐσθῆτα καὶ ὅσα τοιάδε, ὡς ταῦτα πάντα βασιλεῖ πέμψων, ἐφʼ ᾧ τε μὴ ἀφαιρεθῆναι τὴν πατρῴαν ἀρχήν. οἱ φίλοι πιστεύουσι Μαυσώλῳ ταῦτα λέγοντι καὶ αὐτῆς ἡμέρας πλῆθος ἀμήχανον αὐτῷ χρημάτων ἔπεμψαν.

Μαύσωλος βουλόμενος λαβεῖν Λάτμον πόλιν ὀχυρὰν προσεποιεῖτο φιλικῶς ἔχειν πρὸς τοὺς Λατμίους. ἀπέ- δωκε μὲν αὐτοῖς τὰ ὅμηρα, ὅσα πολεμῶν Ἰδριεὺς ἔλαβε, φύλακας δὲ περὶ τὸ σῶμα Λατμίους εἶχεν ὡς μόνους πιστούς· ὑπηρέτει δὴ αὐτοῖς προθύμως ὅσα ἐβούλοντο. καὶ δη χειρωσάμενος αὐτοὺς ἐς ἀκρότατον εὐνοίας ᾔτησε παρʼ αὐτῶν ἄνδρας τριακοσίους φύλακας, ἐς Πύγελα παριὼν ὡς δεδιὼς Ἡρόφυτον Ἡφέσιον. οἱ δὲ παραχρῆμα ἐπιλέξαντες τοὺς τριακοσίους ἔπεμψαν. [*](Cap. 23. § 1. Cf. Aristot. oecon. 2, 13.) [*](Cap. 23. 6 2. Cf. Polyaen. 8, 53, 4. — J. p. 470 sq.) [*](1 τὸν οὐρανὸν M || 6 φανερῶς αἰτεῖν ὀκνῶν W ; φανερῶσαι τὸν ὄκνον F || 7 με vulg.; μὲν F || 8 φίλους RΚ ut v. 11; ἵππους F; ἴσως φίλους η ἱππεῖς m || ἐναντίων M || 9 ὅσα τοιάδε W coll. 1, 34, 2; ὅσα δὴ F; ὅσα δὴ τοιαῦτα vul. || 13 ἔπεμψεν F, || 17 φύλακας F2; φυλακὰς F1 || 18 ὑπηρέτει F] ὑπηρετεῖτο M || δὴ αὐτοῖς M; διʼ αὐτοῖς F; διʼ αὐτῶν D ἐβουλοντο M; ἐβούλετο F 21 Ἡρόφυτον Roth, quod etiam in Arrian. anab 1, 7, 11 re- stituendum pro Ἡρόπυθος; Προφυτὸν F.)

338
Μαύσωλος λαβὼν τούτους καὶ τὴν ἄλλην δύναμιν ἔχων παρὰ τὴν Λάτμον ἐπορεύετο βαδίζων ἐς τὰ Πύ- γελα. οἱ δὲ ἐκ τῆς πόλεως πάντες ἐξελθόντες ἐπὶ τὴν θέαν τῆς παριούσης δυνάμεως [συνέδραμον]. ἐνέδρα δὲ Μαυσωώλου πολυάνθρωπος προπαρεσκευασμένη νύ- κτωρ προκατελάβετο τὴν πόλιν κενὴν, ἀνεῳγμένων τῶν πυλῶν, καὶ ὁ Μαύσωλος ἐπιστρέψας εἰσῆλθε μετὰ τῆς δυνάμεως ἁπάσης καὶ Λάτμου κύριος κατέστη.

[*](476)

Βόγης Ἠϊόνος τῆς ἐπὶ Στρυμόνος ἦρχε δόντος αὐτῷ τὴν ἀρχὴν μεγάλου βασιλέως. Ἕλληνες ἐπο- λιόρκουν τὴν Ἠϊόνα, ὁ δὲ Βόγης ἐπὶ μακρὸν ἀντέσχε τῇ πολιορκίᾳ. ὡς δὲ ἀπηγόρευεν, οὐχ ὑπομένων τὸ πιστευθὲν ἐκ βασιλέως χωρίον πολεμίοις προέσθαι τῇ πόλει πῦρ ἐνῆκεν, ὥστε αὐτός τε καὶ γυνὴ καὶ τέκνα καὶ ἡ πόλις ὁμοῦ συγκατεφλέγησαν.

[*](291)

Δρομιχαίτης ξρᾳκῶν βασιλεῖς, Λυσίμαχος Μα- κεδόνων. ἐστράτευσεν ὁ Μακεδὼν ἐπὶ τὴν Θρᾴκην. ὁ Θρᾷξ τὸν Μακεδόνα ἐξηπάτησε. στρατηγὸς αὐτοῦ Σεύθης αὐτόμολος δὴ πρὸς Λυσίμαχον ἥκειν ἐσκήψατο καὶ πιστὸς εἶναι δόξας ἐς δυσχωρίας ἐμβάλλει τούς [*](Cap. 24 Cf. Herod. 7, 107; Plut. Cimon. 7.) [*](Cap. 23. Cf. Droysen II, 2, p. 276 et not. 1; J. p. 652.) [*](3 ἐξελθόντες F vulg.] ἐξῆλθον V egrediebantur || 4 [συνέ- δραμον]. ἐνέδρα δὲ R Κ; ἐνέδρα δὲ F, ἐνέδραμον D || 9 Βόγης Herod.; Bόργης F constanter; Βούτης Plut || 10 Στρυμῶνος F || 15 καὶ ἡ γυνὴ καὶ τὰ τέκνα M Herod. 20 αὐτοῦ Σεύθης Maasv ; αὐτοὺς αἰθεὶς F; αὐτοῦ Αἴθης vulg : cf. Droysen l. l., not. 1.)

339
Μακεδόνας, ἔνθα λιμῷ καὶ δίψει κακοπαθοῦντας Δρο- μιχαίτης προσπεσὼν αὐτόν τε Λυσίμαχον καὶ τοὺς μετʼ αὐτοῦ πάντας ἀνεῖλεν. ἦσαν οἱ πεσόντες Λυσιμαχειοι ἀνδρῶν μυριάδες δέκα.