Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](512)

Οἱ περὶ Δαρεῖον ἑπτὰ σατράπαι τοὺς μάγους ἄρχοντας Περσῶν καταλύσαντες ἐβουλεύοντο τῆς ἀρχῆς πέρι. ἔδοξεν ἵπποις ἐποχουμένους ἄστεος ἔξω προελθεῖν· [*](Cap. 10. Cf. Herod. 3, 85 sq.; Iust. 1, 10, 3—10.) [*](4 ὑπεξῆγε F] ἐπεξῆγε D || 5 κατέλιπεν F] κατέλιπον vulg. 8 διώκειν om. vulg. || 10 καρτερῶς F] κρατερῶς D vulg.; cf. 2, 1, 19 et ad 1, 38, 2 || 11 ἐσβολὰς F] ἐμβολὰς MD || 12 καὶ πρὸς τοὺς προσάγοντας Κ || ἠφίεσαν W coll. 2, 25. 4, 6, 3. 6, 3; ἐφίεσαν F; ἀφίεσαν Cas. || 15 εἴβις F || 16 βάλλοντες vulg ; βαλόντες F || 22 ἵπποις M; ἵππους F || τοῦ] ἄστεος K.)

321
‘ὅτου δʼ ἂν πρῶτος ἵππος χρεμετίσῃ, καὶ δὴ βασιλεὺς ἔστω οὗτος.’ Οἰβάρης, ἱπποκόμος Δαρείου, μαθὼν τὰ βεβουλευμένα ἤγαγεν αὐτοῦ τὸν ἵππον πρὸ μιᾶς ἡμέρας εἰς τὸ προσυγκείμενον χωρίον καὶ παραστησάμενος θήλειαν ἵππον ἐπαφῆκε τὸν ἄρρενα. τοῦτο πράξας ἐπανήγαγε τὸν ἵππον. τῆς ὑστεραίας ὁ Δαρεῖος ἐπ- οχούμενος ἧκε μετὰ τῶν ἄλλων σατραπῶν· ὁ δὲ ἵππος αὐτοῦ γνωρίσας τὸν τόπον τῆς συνουσίας ἐρωτικόν τι παθὼν πρῶτος ἐχρεμέτισεν. οἱ σατράπαι καταπη- δήσαντες Δαρεῖον προσεκύνησαν καὶ βασιλέα Περσῶν ἐστήσαντο.