Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](525)

Καμβύσης Πηλούσιον ἐπολιόρκει. Αἰγύπτιοι καρ- τερῶς ἀνθίσταντο ἀποκλείοντες τῆς Αἰγύπτου τὰς ἐσβο- λὰς καὶ πολλὰ προσάγοντες μηχανήματα ἠφίεσαν κατα- πέλτας ὀξυβελεῖς, πέτρους καὶ πῦρ. Καμβύσης ὅσα σέβουσιν Αἰγύπτιοι ζῷα, κύνας, πρόβατα, αἰλούρους, ἴβεις, πρὸ τῆς ἑαυτοῦ στρατιᾶς ἔταξεν. Αἰγύπτιοι δὲ βάλλοντες ἐπαύσαντο φόβῳ τοῦ πλῆξαί τι τῶν ἱερῶν ζῴων. οὕτω Καμβύσης Πηλούσιον ἑλῶν εἴσω τῆς Αἰγύπτου παρῆλθεν.