Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Χαλκηδόνιοι Βυζαντίοις πολεμοῦντες ἀνοχὰς [ἓξ] ἡμερῶν συνθέμενοι προεχειρίσαντο ἄνδρας ἑκάτεροι δέκα περὶ τῆς εἰρήνης βουλευσομένους. τρισὶν ἡμέραις ἐβουλεύσαντο, τὴν τετάρτην παραλείψειν ἔφασαν οἱ Χαλκηδόνιοι διά τινας ἀσχολίας ἀναγκαίας. συγχωρη- σάντων Βυζαντίων, οἱ δὲ νύκτωρ πληρώσαντες τὰς ναῦς ἄφνω προσέπεσον μὴ προσδοκῶσι Βυζαντίοις πόλεμον διὰ τὸ λοιπὰς τῶν ὅλων εἶναι ἡμέρας δύο.

[*](e. 36, 8)

Ὅτι Ἀθηναίων καὶ Λακεδαιμονίων ἐν τῇ Ἀσίᾳ νῆες ἀνθ- ώρμουν ἐν τοῖς ὅρμοις ὑπʼ ἀλλήλων ὁρώμεναι· κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἀναχθεῖσαι πάλιν ἀπέπλεον καὶ τὰ πληρώματα ἐξεβίβαζον. τοῦτο ἐπὶ συχνὰς ἡμέρας ἔδρων παραφυλάττοντες ἀλλήλους. ὁ Λάκων ἀσελήνῳ νυκτὶ τὰ πληρώματα μετὰ σιγῆς προσέταξεν εἰσαγαγεῖν, ἐπεὶ δὲ ἦν ἡμέρα, φανερῶς ἐνεβίβασεν τοὺς πελταστὰς καὶ τὴν ἡσυχίαν εἶχεν ἐν ταῖς ναυσίν. οἱ Ἀθη- ναῖοι τοῦτο ἰδόντες καὶ αὐτοὶ ὁμοίως ἐποίουν. ἦν ἀρίστου ὥρα. οἱ Λάκωνες ἐξεβίβασαν τοὺς πελταστὰς καὶ σίτου φροντὶς ἦν αὐτοῖς· ὁμοίως καὶ οἱ Ἀθηναῖοι τοὺς πελταστὰς ἐξεβίβασαν καὶ περὶ ἄριστον ἐπονοῦντο. ἐν τούτῳ τῷ καιρῷ τὰ πληρώ- ματα τῶν Λακωνικῶν νεῶν ἀντικαθιστάμενα ἐπέπλευσαν ταῖς [*](4 ἀπέτεμον vulg. || 5 συστησαμενοι vulg. || 6 Καρχηδόνιοι f1, corr. F2 (sic etiam v. 7) || 7 [ἓξ| K ||14 τὰς λοιπὰς F || 15 Capp. 27. 36. 38 (except. § 10). 41 inserta sunt ex H || 17 ὑπʼ ἀλλήλων ὁρώμεναι HF] ὁρμώμεναι HP, quamobrem ἐπʼ ᾀλλή- λων Roth || 27 ἀντικαθιστάμενα Roth; ἀντικαθιστάντα H.)

302
Ἀθηναίαις ναυσὶ κεναῖς οὔσαις καὶ τὰς πλείστας αὐτῶν συνε- τριψαν τῶν ἀνδρῶν ἀριστοποιουμένων.

Ὅτι καὶ Φιγαλεῖς πολιορκούμενοι πέμψαντες κήρυκα ἐξε- [*](e. 28, 4) καλοῦντο Ἀργείους πρὸς συμμαχίαν. ὃν κρατήσαντες οἱ Λά- κωνες Ἀργείων σχῆμα μεταμφιασάμενοι ἐφέροντο ὡς ἀπὸ τῆς ἐξ Ἀργείων ἀπαγούσης ὁδοῦ· οὓς ἰδόντες Φιγαλεῖς καὶ νομίσαντες τὴν συμμαχίαν ἥκειν ἀνοίξαντες τὰς πύλας ὑπεδέξαντο.

Ὅτι Ἠλεῖοι Ξενίαν τὸν προεστηκότα τῆς πόλεως ὑποπτεύ- [*](e. 40, 3) σαντες ἀρκαδίζειν βέβαιον ἔλεγχον οὐκ εἶχον. τῶν δὲ διαπολι- τευομένων αὐτῷ τινες πείθουσιν ἐπιδημοῦντα Λάκωνα ἐπι- λαβέσθαι παιδὸς Ἀρκάδος ὡς οἰκέτου. προελθούσης δὲ τῆς δίκης ἐπὶ τοὺς ἄρχοντας τὸ μὲν πλῆθος τῷ Λάκωνι συνέπραττεν, ὁ δὲ Ξενίας τῷ Ἀρκάδι. στάσεως δὲ γενομένης προῆλθε τὸ πρᾶγμα μέχρι τῆς ἐκκλησίας κἀκεῖ πάλιν ὁ Ξενίας τοῦ Ἀρκάδος ὑπερηγωνίζετο. οὕτως ὁ δῆμος ἐλέγχῳ φανερῷ μαθὼν ἀρκαδί- ζοντα θάνατον αὐτοῦ κατεχειροτόνησεν.

Ὅτι Ἀννίβας ἐν πολέμῳ φονευθέντα † Φλαῦον, ἐπειδὴ τὸ [*](e. 4. 9) σῶμα αὐτοῦ προσήνεγκαν οἱ Νομάδες καὶ συνεβούλευον αἰκίζε- σθαι, οὐκ ἐπέτρεψεν, ἀλλὰ τόν τε ἄνδρα ὡς ἀγαθὸν στρατηγὸν ἐπήνεσέν καὶ τὰ νενομισμένα τῇ ταφῇ ἐπιτελέσας πρὸς τὴν Ῥώμην ἀπέπεμψεν, ὅθεν καὶ πολλὴν εὔνοιαν παρὰ Ῥωμαίων ἐκτήσατο.

Ὅτι Ἀννίβας ἔπειθε τοὺς ἰδίους, ὡς οἱ κατὰ πόλεμον [*](e. 14, 20) εὐψύχως ἀποθνήσκοντες ἀναβιώσκουσι μετʼ οὐ πολὺν χρόνον, [*](Cap 38. § 1. Cf. J. p. 671 sq.) [*](1 Ἀθηναίαις W; Ἀσίαις H || 4 ὃν H] οὗ W || 9 Ξενίαν pro- posuit Roth; Θεννίαν hic et infra H || 17 αὐτοῦ HF] αὐτῷ HP || 19 Φλαῦον H; num Φλάκκον coll. 6, 38, 7? cf. J. p. 671 sq.; Φλαοῦον W, qui cogitavit de Decidio Flavo (Liv. 27, 14; Plut. Marcell. 26); Παῦλον Luterbacher.)

303
καὶ δή ποτε γενναίῳ στρατιώτῃ γενναίως ἀποθανόντι ὅμοιον εὑρών ἔπεισε λέγειν, ὡς ὁ προτελευτήσας ἐστίν.

[*](e. 19, 4)

Ὅτι καὶ Ἀννίβας παρατασσόμενος ἔταξεν τοὺς μὲν γενναιο- [*](216) τέρους ἑκατέρωθεν τῆς φάλαγγος, τοὺς δὲ ἀσθενεστέρους ἐν μέσῳ προὔχοντας ὑπὲρ τὴν φάλαγγα καὶ παράγγελμα ἔδωκεν, ἡνίκα τοὺς μέσους ὠσάμενοι διώκειν ἐπιχειροῖεν [οἱ πολέμιοι], συνάπτειν τὰ κέρατα. ἡ κύκλωσις αὕτη πεντακισμυρίους ἔκτεινεν ἐν τῇ μάχῃ.

[*](e. 23)

Ὅτι Ἀννίβας περὶ Κάννας διάγων τῶν πεδίων ὑφάμμων [*](216) ὄντων κατὰ νώτου τὸν ἄνεμον λαβὼν προήγαγε τὴν φάλαγγα. οἱ Ῥωμαῖοι τὴν ἄμμον ἐμπίπτουσαν τοῖς ὀφθαλμοῖς οὐ φέροντες εἰς φυγὴν ἐτρέποντο.

[*](e. 25, 3)

Ὅτι Ἀννίβας ἐν τῇ Καμπανῶν Ῥωμαίους κατεστρατήγησεν [*](216) τούτῳ τῷ τρόπῳ. χειμῶνος ὄντος παρήγγειλεν Ἀννίβας ῾ ὅταν σημάνῃ τὸ πολεμικὸν, καθεύδετε, ὅταν τὸ ἀνακλητικὸν, ἔξιτε ἀμφὶ δευτέραν φυλακήνʼ. ἐσήμανε τὸ πολεμικόν· Ῥωμαῖοι κατα- πλαγέντες ἐν τοῖς ὅπλοις ἦσαν. πάμπολυ διαλιπών Ἀννίβας τὸ ἀνακλητικὸν ἐσήμανε. Ῥωμαῖοι ταλαιπωρήσαντες τῷ χειμῶνι καὶ τῇ ἀγρυπνίᾳ ἀναχωρήσαντες κατηνέχθησαν εἰς ὕπνον. Ἀν- νίβας ἐπιπεσών πάντας διέφθειρεν.

[*](e. 25, 4)

Ὅτι Ἀννίβας περὶ Κασιλῖνον νυκτὸς χειμερίου γενομένης [*](216) διελῶν εἰς μέρη προσήγαγε τὴν δύναμιν παραγγείλας, ἐπειδὰν πρῶτον σημάνῃ τὸ πολεμικὸν, τὸ πρῶτον μέρος προσβαλεῖν, ὅταν δὲ οἱ σαλπιγκταὶ τὸ ἀνακλητικὸν σημάνωσι, τῶν προτέρων που- σαμένων τοὺς δευτέρους προσβαλεῖν καὶ ἐφεξῆς τὸ τρίτον καὶ τέταρτον, καὶ τῷ τοιούτῳ τρόπῳ ἐνίκησεν.

[*](e. 41, 4)

Ὅτι Ἀννίβας περὶ τὴν Ἐρδονίαν Φλάκκον Ῥωμαίων στρα- [*](212) τηγὸν λοχήσας ἀπέκτεινεν μετὰ πάντων τῶν ὑπʼ αὐτῷ καθεὶς [*](Cap. 38. § 3. Cf. Plut. Fab. 16; Front. strat. 2, 2, 7.) [*](Cap. 38. § 4. Cf. Plut. Fab. 16; Front. strat. 3, 2, 7.) [*](Cap. 38. § 5. Cf. J. p. 672 sq.) [*](Cap. 38. § 6. Cf. Front. strat. 2, 5, 25; Zonar. 9, 3. — Woelfflio, Hermes 9, p. 123.) [*](1 ποτε HF; τότε HP || 6 [οἱ πολέμιοι] vel οἱ Ῥωμαῖοι] W || 12 ἐτράποντο Roth || 19 ἀναχωρήσαντες H; παραχωρήσαντες Roth; ἀναγορεύσαντες W || 27 ἀνδρονίαν H, sed infra p. 304, 2 recte Ἐρδονίαν || 28 αὐτῷ W; αὐτὸν H.)

304
Ἐρδονιάτην ψευδοπροδότην, ὃς αὐτομολήσας ἔπειθεν τὸν Φλάκ- κον ἐλθεῖν ἐπὶ τὴν Ἐρδονίαν ὡς τῶν ἀρίστων ἐν τῇ πόλει καλούντων αὐτὸν διὰ τὸ μὴ φέρειν τὴν βαρύτητα Καρχηδονίων.

[*](217)

Ὅτι Ἀννίβας ὑπὸ Ῥωμαίων ἐν στενοχαώροις ἀποκλεισθεὶς [*](e. 46,10) τόποις ὑπʼ αὐτῶν φυλασσομένοις ταύρους συναγαγών καὶ ἐπὶ τῶν κεράτων λαμπάδας ὑφάψας ἐς τὸ στενωπὸν ἐνεβίβασεν· διʼ ὧν τοὺς παραφυλάττοντας ἐκπλήξας εἰς φυγὴν ἔτρεψεν, αὐτὸς δὲ ἀσφαλῶς ἀνεχώρησεν.

Ὅτι ὁ αὐτὸς ἀναζεῦξαι βουλόμενος ἀπέλιπε τοὺς ἱππεῖς, [*](e. 46, 11) ὅπως ὁ Ῥωμαίων στρατηγὸς ὁρῶν αὐτοὺς μὴ ἐννοήσῃ τὴν ἀνά- ζευξιν· ἐκεῖνοι γὰρ ἔμελλον ῥᾳδίως ἀφιππάζεσθαι.

Ἀννίβας μὴ δυνάμενος [ἑλεῖν| πόλιν τῶν Ῥωμαίων παρα- θαλασσίαν ἔπεμψεν πλοῖα πρὸς αὐτὴν καὶ ἔστησεν εἰς αὐτὰ Ῥωμαϊκὸν σημάδιον. ἰδόντες δὲ τὸ σημάδιον οἱ πολῖται ἐξῆλθον ὡς δῆθεν πρὸς ὑποδοχὴν Ῥωμαίων καὶ ἐνέπεσον εἰς ἐγκρύμ- ματα καὶ ἐσφάγησαν.

[*](311/310)

Ὅτι Ἀμίλκας Ἕλληνι τακτικῷ χρώμενος τοῦτον αἰσθόμενος [*](e. 29,6) Ἀγαθοκλεῖ πάντα ἐξαγγέλλειν ὅσα μέλλοι πράττειν, προεῖπεν, ὡς τὸ ναυτικὸν ἐκεῖ πέμψας βούλοιτο καταλαβέσθαι τὸ παρὰ Συρα- κούσαις Ὀλύμπιον. ὁ μὲν τακτικὸς ἐν ἀπορρήτῳ πέμψας Ἀγα- θολεῖ τοῦτο προεμήνυσεν, ὁ δὲ Ἀμίλκας συνέταξε ταῖς ναυσὶν, [*](Cap. 38 § 8. Cf Plut. Fab. 6.) [*](Cap. 38. § 9. Cf. Ζonar. 8, 25.) [*](Cap. 41. Cf. Holm II, p. 476, not. ad p. 234; Meltzer I, p. 524.) [*](5 τόπους H, unde W coni. ἐς στενοχώρους ἀποκλεισθεὶς τόπους: cf. 1, 48, 4. 2, 2, 22. 2, 2, 29. 4, 2, 2. 6, 16, 1 || φυλασσο- μένων H || 12—16 ex codice Vindobonensi apud Seyboldum vol. 2 p. 29 || 12 [ἑλεῖν| W coll. 7, 13. 7, 36. 8, 6 || πόλιν … παρα- θαλασσίαν] W cogitavit de Neapoli coll. Liv. 23, 1, 5 14 ση- μάδιον] Pοlyaenus procul dubio scripsit σημεῖον || 15 ἐγκρύμ- ματα Roth; ἐκρώματα cod. Vind.; ἐνέδραν Seybold.)

305
ἐπειδὰν παραλλάξωσι μικρὸν νυκτὸς, πάλιν συντόνως ἐπανελ- θεῖν. Ἀγαθοκλῆς ἐξαπατηθεὶς ἔπεμψε μὲν ἐν Συρακούσαις τοὺς διαφυλάξοντας τὸ Ὀλύμπιον, αὐτὸς δὲ διὰ νυκτὸς ἐπῆγεν Ἀμίλκᾳ καταλειφθέντι. ὁ δὲ τοὺς ἀπὸ τῶν νεῶν ἐκβάντας πολλοὺς ἔχων μετὰ κραυγῆς καὶ θορύβου προσπεσών ἐφόνευσε τῶν Ἀγα- θοκλείων στρατιωτῶν ἑπτακισχιλίους.

[*](e. 33, 2)

Ὅτι Ἀμίλκας πλῆθος Καρχηδονίων νεῶν [ἔχων τοῖς] θεασα- μένοις φαντασίαν παρέσχεν ἀποπλέων ὡς πρύμναν κρουσόμενος, νυκτὸς δὲ καταχθεὶς τὴν στρατιὰν ἐκβιβάσας τετρακισχιλίους δι- ἐγειρομένους ἐκ τῆς κοίτης κατέκοψεν, οἱ δὲ λοιποὶ συνέφευγον εἰς μάχην, ὥστε πολλῶν αἰχμαλώτων κρατήσας Ἀμίλκας πάλιν ἀπέπλευσεν.

Συλοσῶν Καλλιτέλους Σαμίοις δημοτικὸς εἶναι δοκῶν στρατηγὸς ᾑρέθη· Σαμίων δὲ πολεμούντων τοῖς Αἰολεῦσι καὶ τὴν πανήγυριν οὐκ ἀγόντων ἐν τῷ ἱερῷ τῆς Ἥρας, πορρωτέρω τῆς πόλεως ὄντι, Συλοσῶν οὐκ ἂν ἔφη στρατηγῶν ἀμελῆσαι τῆς εἰς τὴν θεὸν εὐσε- βείας ὡς καὶ μᾶλλον ἐκπλήξων τοὺς πολεμίους, εἰ τὴν πάτριον ἀγάγοι πανήγυριν. οἱ Σάμιοι τὸν στρατηγὸν ἐπαινέσαντες τῆς εὐσεβείας καὶ τῆς ἀνδρείας, ἐλθόντες ἐπὶ τὸ τῆς Ἥρας ἱερὸν ἐσκηνοποιοῦντο καὶ ὅσα εἰς πανήγυριν καθίσταντο. ὁ δὲ Συλοσῶν νυκτὸς εἰς τὴν πόλιν εἰσελθὼν καὶ τοὺς ἀπὸ τῶν τριήρων ναύτας εἰσκαλέσας τὴν Σαμίων ἀρχὴν κατέσχεν.

[*](1 παραφυλάξωσι Roth: cf. 2, 35 || συντόνως W; συντόμως H || 3 διαφυλάξοντας W ; διαφυλάξαντας H || ἐπῆγεν W; ἀπῆγεν H || 7 ἀμίλκᾳ H || νεῶν [ἔχων τοῖς] θεασαμένοις Sittl; νεῶν θεασάμενος H || 9 εἰς τὴν στρατιὰν H, corr. W || 10 συνέ- φευγον] συνεσέπεσον? W || 13 Συλοσῶν D; Σολυσῶν F constanter || 18 στρατηγῶν F] στρατηγὸν D || εἰς τὴν vulg.; εἰς τὸν F; εἰς M || 19 εἰ vulg.; εἰς F.)
306

Ἀλέξανδρος Θετταλὸς ναυμαχεῖν μέλλων πολλοῖς ἐπιβάταις ἐπὶ τῶν καταστρωμάτων διέδωκε πολλὰ σαυ- νία καὶ παρήγγειλεν, ὅταν παραβάλῃ ναῦς, ἀκοντίζειν ἐπὶ τοὺς ναύτας, ἵνα οἱ πλεῖστοι αὐτῶν ἀχρεῖοι γί- γνοιντο.

[*](c. 611)

Θρασύβουλος Μιλησίων τύραννος Ἀλυάττου πο- λιορκοῦντος Μίλητον καὶ λιμῷ τὴν πόλιν αἱρήσειν μέλλοντος, πέμψαντος δὲ κήρυκα περὶ σπονδῶν, ἕως ἂν τὸν νεὼν κατασκευάσῃ τῆς Ἀσσησίας Ἀθηνᾶς, προσέταξεν τοῖς πολίταις, ὅσον ἕκαστος ἔχοι σῖτον πάντα ἐξενεγκεῖν ἐς τὴν ἀγορὰν καὶ κατακειμένους εὐωχεῖσθαι. ὁ κήρυξ ταῦτα ἰδὼν ἤγγειλεν Ἀλυάττῃ· ὁ δὲ ὡς ἀφθόνων τροφῶν παρασκευὴν Μιλησίων ἐχόντων διέλυσε τὴν πολιορκίαν.