Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e. 56, 7)

Ἀμπρακιώτας Ῥωμαῖοι πολιορκοῦντες , ἐπειδὴ [*](189) πολλοὶ μὲν αὐτῶν ἐτιτρώσκοντο, πολλοὶ δὲ διεφθεί- ροντο, σύριγγα στενὴν υπώρυξαν κάτωθεν τὴν πόλιν ἐκπολιορκεῖν βουλόμενοι. μέχρι μὲν δὴ πολλοῦ τοὺς πολεμίους ἐλάνθανον, ἐπεὶ δὲ χοῦς πολὺς ἐσωρεύετο, συνέντες Ἀμπρακιῶται τὸ δρώμενον καὶ αὐτοὶ σύριγγα ἔνδοθεν ἀνθυπώρυξαν καὶ τῆς σύριγγος ἐπʼ ἄκρῳ τάφρον ἐγκαρσίαν τεμόντες λεπτὰ χαλκώματα ἐφεξῆς ἔθηκαν, ὅπως τῶν Ρωμαίων τούτοις ἐντυγχανόντων ψόφος γένοιτο. καὶ δὴ γενομένου ψόφου ὑπὸ γῆς [*](Cap. 17 Cf. Polyb. 21, 23 sq.; Liv. 38, 7; Zonar. 9, 21. — Aen. Tect. 37.) [*](2 ἐγγὺς inserui ex H Καρχηδόνιοι δὲ ἐπαναχθέντες ἐγγὺς τῶν Ῥωμαικῶν νεῶν κατὰ κράτος ἐνίκησαν || 3 [καὶ] K || 5 [ὅρκους] Patakis, cf. 1, 39, 4. 5, 3, 2. 5, 17; [πιστα] Hertlein; [ὁμήρους] R || 6 αὐτῶν vulg.; αὐτὸν F || 15 ὑπώρυξαν vulg.; ἐπώρυξαν F, sed cf. infra v. 19 ἀνθυπώρυξαν et Aen. 37 || [ὧς| κάτωθεν Roth || ἐκπολιορκεῖν W; ἐκπορθεῖν F: cf. 7, 21, 2 et ad 4, 9, 4 || 16 βουλόμενοι K ; δυνάμενοι F ; οὐ δυνάμενοι Cas. || 20 ἐπικαρσίαν Polyb.)

296
ἀπαντήσαντες ἀπεμάχοντο ταῖς σαρίσαις. ἐπεὶ δὲ ἐν ὀρύγματι στενῷ καὶ σκότος ἔχοντι μέγα οὐδὲν ἤνυον, πίθον κατασκευάσαντες ἴσον τῷ ὀρύγματι, τρήσαντες αὐτοῦ τὸν πυθμένα, σιδηροῦν αὐλίσκον διέντες, πλη- ρώσαντες πτίλων λεπτῶν , πῦρ ὀλίγον ἐμβαλόντες, πῶμα πλῆρες τρημάτων ἐπιθέντες νεῦον πρὸς τοὺς ἐναντίους τῇ σύριγγι τῶν πολεμίων προσήρεισαν· ὄπισθεν δὲ τοῦ πίθου χαλκευτικὸν ἀσκὸν προσαρμό- σαντες, εἰς τὸν διατεταγμένον αὐλίσκον φῦσαν ἐνέντες ἐξέκαιον, ὥστε τῆς σύριγγος πληρουμένης καπνοῦ πολ- λοῦ καὶ δριμέος οἱ Ῥωμαῖοι μὴ φέροντες ἐξέλιπον τὴν ὑπὸ τῇ γῇ πολιορκίαν.

[*](c. 480)

Φωκεῖς ἐς τὸν Παρνασὸν κατακλεισθέντες ὑπὸ [*](e. 12,9) Θετταλῶν, γυψώσαντες αὐτοὺς καὶ τὰ ὅπλα καὶ σύνθημα ἀλλήλοις δόντες φείδεσθαι τῶν γεγυψωμένων νυκτὶ πανσελήνῳ ἐπικαταβάντες τοῖς πολεμίοις ἐπέθεντο. οἱ δὲ ὥσπερ φάσμα ξένον καὶ ἀλλόκοτον φοβηθέντες, ἔνιοι δὲ καὶ νομίσαντες Θετταλοὺς εἶναι τοὺς ἐπιτιθεμένους, [*](Cap. 18. § 1. Ex Herodot. 8, 27; cf. Paus. 10, 1, 11. — J. p. 448 sq.) [*](6 τρημάτων Polyb.; πρισμάτων F || νεῦον cod. S, in quo exstat fragm. Polyb.; νεύσαντες F: cf. Liv. ore in cuniculum nerso || 9 διατεταγμένον F] fort. διατεταμένον Hertlein; διαπεπαρμένον R || φῦσαν ἐνέντες Fuchs; φῶς ἐνέντες F; φυσῶντες K, Polyb.: cf. Zonar. τούτῳ φύσας προσφέροντες; Liv. folle fabrili ad caput fistulae imposito || 10 ἐξέκαιον Hertlein coll. Polyb. et Liv.; δίκαιον F ; διέκαιον vulg. || 14 ὑπὸ Θετταλῶν γυψώσαντες ex H inseruit W, om. F || 15 αὐτοὺς F || καὶ σύνθημα … γεγυψωμένων ex H inseruit W, om. F: cf. J. Klein, Mus. Rhen. 24, p. 632 || 19 Θετταλοὺς Sauppe, Symbol. ad emend. orat Att. p. 11; ἄλλους F, ἑτέρους H; ἠπιάλους Hercher, Philol. 1851, p. 375; ἀντι- πάλους Κlein l. l.)

297
ἡττήθησαν καὶ πτῶμα ἐγένοντο Θετταλικὸν ἄνδρες τετρακισχίλιοι.

[*](e. 37, 5)

Φωκεῖς τὴν Θετταλικὴν ἵππον διέφθειραν. τάφρον [*](c.480) ὀρύξαντες κατὰ τὴν Υάμπολιν καὶ πληρώσαντες αὐτὴν κενῶν ἀμφορέων (καὶ) γῆν ὀλίγην ἐπέβαλον. ἐς ταύ- την τὴν τάφρον ἐμπεσόντες οἱ ἱππεῖς αὐτοῖς ἵπποις διεφθάρησαν.

[*](e. 42, 4)

Πλαταιεῖς Θηβαίων ἔλαβον αἰχμαλώτους. ἐπεὶ [*](431) δὲ ἐς τὴν Πλαταιΐδα ἐνέβαλον Θηβαῖοι, κήρυκα πέμ- ψαντες ἠπείλησαν ἀποκτεῖναι τοὺς αἰχμαλώτους, εἰ μὴ τῆς χώρας ἐξέλθοιεν, [ἀποδώσειν δὲ ὑπέσχοντο, εἰ δῃώσεως ἀποσχόμενοι ἀπαλλάσσοιντο. πιστεύσαντες οἱ μὲν Θηβαῖοι τῆς χώρας ἐξῆλθον], Πλαταιεῖς δὲ τοὺς αἰχμαλώτους ἀπέκτειναν.

[*](e. 21, 3)

Πλαταιεῖς ὑπὸ Λακεδαιμονίων πολιορκούμενοι νύ- [*](428) κτωρ ἐπέθεντο τῷ περιτειχίσματι· Λακεδαιμόνιοι πυρ- σοὺς πολεμίους ἐς τὰς Θήβας ἀνέσχον συμμαχίαν καλοῦντες. Πλαταιεῖς ἐκ τῆς πόλεως ἀντανέσχον πυρ- σοὺς φιλίους, ἵνα διὰ τῆς ἐπιπυρσείας ἀπατήσαντες Θηβαίους πείσωσιν ἀποστῆναι τῆς βοηθείας. οὕτω γε τοῖς πυρσοῖς ἐναντίοις ἀμφιδοξήσαντες Θηβαῖοι βοηθῆσαι κατώκνησαν.

[*](Cap. 18. § 2. Ex Herod. 8, 28; cf. Paus. 10, 1, 3.)[*](Cap. 19. § 1. Ex Thucyd. 2, 5.)[*](Cap. 19. § 2. Ex Thucyd. 3, 22 extr.)[*](4 Ὑάμπολιν Valcken. ad Eurip. Phoen p. 749 ex Herod ; τὴν Ὑάμπολιν Paus.; τὴν πόλιν F || 5 (καὶ) del. K || ἐπέβαλλον H; ἐπιβαλόντες K || 8 Πλατεεῖς F et sic constanter || 10 Πλατεΐδα F || 12 sq. [ἀποδώσειν δὲ … ἐξῆλθον| W ex Thucyd. inseruit || 13 οἱ μὲν Θηβαῖοι W; Θηβαῖοι μὲν Sittl; Θηβαῖοι οὖν H || 19 ἀντανίσχον H; παρανίσχον Thucyd. || 20 ἐπιπυρσίας F || 22 τοῖς ἐναντίοις πυρσοῖς H; τοῖς πυρσοῖς [τοῖς| ἐναντίοις K.)
298
[*](428)

Πλαταιεῖς ὑπὸ Λακεδαιμονίων καὶ Θηβαίων ἐπο- λιορκοῦντο. ἄνδρες διακόσιοι Πλαταιέων ἀσέληνον νύκτα καὶ χειμέριον παραφυλάξαντες τοῖς ἄλλοις πο- λίταις παρήγγειλαν κατὰ τὸ ἐναντίον μέρος τοῦ τείχους προσβαλόντας βοῆσαι. τῶν Λακεδαιμονίων ἔξωθεν ἐπʼ ἐκεῖνον τὸν τόπον προσβοηθούντων, οἱ δὲ κατὰ τὸ ἐναντίον προσθέμενοι κλίμακας ὑπερέβησαν τὸ τεῖχος. οὐ μὴν οὐδὲ τὴν ἐπʼ Ἀθηνῶν ὁδὸν ἐτράποντο, ἀλλὰ τὴν ἐπὶ Θηβῶν, ὡς ἥκιστα ἄν κατὰ ταύτην διωχθέντες· καὶ γὰρ οὕτω συνέβη. Λακεδαιμόνιοι μὲν διὰ τοῦ Κιθαιρῶνος ἐδίωκον, οἱ δὲ Πλαταιεῖς ἐκ τῆς ὁδοῦ τῆς Θηβαϊκῆς ἐκκλίναντες ἐπανῆλθον ἐς τὰς Ὑσιὰς κἀκεῖθεν Ἀθήναζε διεσώθησαν.

[*](425)

Ἀθηναῖοι στρατεύουσιν ἐπὶ Κερκυραίους φυγάδας καταλαβομένους τὸ τῆς Ἰστώνης ὄρος. οἱ δὲ τὰ| ὅπλα παρέδωκαν ἐπιτρέποντες τῷ δήμῳ [τῷ] τῶν Ἀθη- ναίων βουλεύσασθαι περὶ αὐτῶν· ἐὰν δέ τινες αὐτῶν φεύγοντες ἁλῶσι, [ἅπασι] λελύσθαι τὰς σπονδάς. Κερκυραῖοι δείσαντες, μὴ φιλανθρώπως βουλεύσηται περὶ αὐτῶν ὁ Ἀθηναίων δῆμος, κρύφα ἔπεμψαν πρὸς ἐνίους ἀποδρᾶναι συμβουλεύοντες καὶ πλοῖον αὐτοῖς παριστάντες, ἵνα πεισθέντων φυγεῖν αἱ σπονδαὶ λυ- [*](Cap. 19. § 3. Ex Thucyd. 3, 22—24. — Cf. J. p. 523.) [*](Cap. 20. Ex Thucyd. 4, 40 sqq. — Cf. J. p. 523 sq.) [*](5 βοῆσαι W coll. Thucyd. ἐχώρουν πρὸς τὴν βοὴν; βοηθῆ- σαι F || 6 παραβοηθούντων Thucyd. || 12 Ὑσιὰς Valcken. ad Herod. 5, 74; Θήβας F; Ἑρύθρας K; ἐς Ἐρύθρας καὶ Ὑσιὰς Thucyd. || 16 [τά] K 17 [τῷ] inserui coll. v. 21 || 19 [ἅπασι] Sittl coll. Thucyd. || 22 ἐνίους Rud. Schoell; Ἀργείους F; αὐτοὺς Cas.; ὀρείους Sittl; τῶν ἐν τῇ νήσω πείθουσί τινας ὀλίγους Thucyd.)

299
θεῖεν. Ἀθηναῖοι δὲ ὡς παρασπονδήσαντας αὐτοὺς ἐξέ- δωκαν τοῖς Κερκυραίοις, οἱ δὲ παραλαβόντες ἅπαντας ἀπέκτειναν.

Ἐγεσταῖοι τῆς Ἀθηναίων συμμαχίας δεόμενοι [*](415) πολλὰ καὶ μεγάλα χρήματα ὑπέσχοντο. πεμψάντων δὲ πρέσβεις τοὺς ὀψομένους τὴν παρασκευὴν τῶν χρημά- των, χρησάμενοι ἐκ τῶν πλησίον πόλεων ἄργυρον καὶ χρυσὸν, τά τε ἱερὰ τῶν θεῶν ἐκόσμησαν καὶ τὰς τῶν ἰδιωτῶν οἰκίας. οἱ πρεσβευταὶ πλοῦτον ἰδόντες ἤγγειλαν Ἀθηναίοις, οἱ δὲ τὴν συμμαχίαν ἔπεμψαν.

Οἱ κατὰ τὴν Ἰταλίαν Λοκροὶ σπονδὰς ποιούμενοι [*](683) πρὸς Σικελοὺς σκορόδων κεφαλὰς ὑπὸ τοῖς χιτωνίσκοις ἐπὶ τοὺς ὤμους ἐπιθέντες καὶ γῆν ἐμβεβλημένην τοῖς ὑποδήμασιν ὑπὸ τοῖς ποσὶν ἔχοντες ὤμοσαν πρὸς τὸ βέβαιον αὐτοῖς φυλάξειν τὴν πολιτείαν, ἐφʼ ὅσον ἂν τὴν γῆν ταύτην πατῶσι καὶ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φέρωσι. τοῖς ὅρκοις πιστεύσαντας τούς Σικελοὺς ἀνεῖλον οἱ Λοκροὶ μετὰ μίαν ἡμέραν ὡς οὐκέτι τῆς αὐτῆς γῆς ἐπιβαίνοντες οὐδὲ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φέροντες.

[*](Cap. 21. Ex Thucyd. 6, 46; cf. Diod. 12. 83.)[*](Cap. 22. Cf. Polyb. 12, 6. — J. p. 595 sq.)[*](4. 5 Αἰγεσταῖοι F || 8 χρησάμενοι F et Diod.; αἰτησάμενοι Thucyd. || ἄργυρον καὶ χρυσὸν Cas. K; ἀργύρου καὶ χρυσοῦ F || 12 Λοκροὶ οἱ Ἐπιζεφύριοι vulg. || 15 ἐπὶ Polyb.. Cas.; ὑπὸ F ἐπιθέντες F] ἐπιτιθέντες M ; ὑποθέμενοι Polyb. || 18 ταύτην Polyb. et V eam. αὐτὴν p; αὐτῶν F; τὴν αὐτὴν γῆν Hertlein; τὴν γῆν [τὴν] αὐτὴν Roth || 19 φορῶσι Polyb. || 20 οὐκέτι V iam non; οὐκ ἐπὶ F: cf. 7, 34.)
300
[*](414)

Κορίνθιοι Συρακουσίοις βοήθειαν πέμποντες, μα- θόντες εἴκοσι ναῦς Ἀττικὰς περὶ Ναύπακτον ἐφορμεῖν παραφυλαττούσας, πληρώσαντες εἴκοσι καὶ πέντε τριή- ρεις, ταύταις μὲν ἐν Πανόρμῳ τῆς Ἀχαΐας ἀνθώρμουν ἀντικρὺ τῶν Ἀττικῶν. τούτων δὲ παραφυλαττόντων ἀλλήλους ὁλκάδες μεσταὶ Κορινθίων ὁπλιτῶν ἀπῆραν ἐκ Πελοποννήσου σύμμαχοι Συρακουσίοις, Ἀθηναῖοι δὲ προσεῖχον ταῖς ἀνθορμούσαις τριήρεσιν.

Λαμψακηνοὶ καὶ Παριανοὶ γῆς ὁρίων ἀμφισβητοῦν- τες συνέθεντο, ἡνίκʼ ἂν ὄρνιθες ᾄσωσι πρῶτον, πέμψειν ἄνδρας ἐξ ἑκατέρας πόλεως πρὸς ἀλλήλους· ὅπου δʼ ἂν οἱ πεμφθέντες ἀπαντήσωσι, τοῦτον ἀμφοτέροις ὅρον τῆς γῆς γενέσθαι. ἐπειδή ταῦτα ἔδοξεν, οἱ Λαμψακηνοὶ τῶν ἐν [τούτοις] τοῖς τόποις θαλασσουργῶν ἔπεισάν τινας, ὅταν ἴδωσι τοὺς Παριανούς παριόντες, ἰχθῦς ἀφθόνως ἐπιβάλλειν τῷ πυρὶ καὶ οἶνον πολὺν ἐπισπέν- δειν ὡς Ποσειδῶνι θύοντας καὶ παρακαλεῖν αὐτοὺς μετʼ εὐφημίας τιμῆσαι τὸν θεὸν σπονδῶν κοινωνήσον- τας. οἱ μὲν ἁλιεῖς [ταῦτα ἐποίησαν], οἱ δὲ πεισθέντες τοῖς ἁλιεῦσι συνήσθιον καὶ συνέπινον τὸ σπουδαῖον [*](Cap. 23. Ex Thucyd. 7, 17. — Cf. J. p. 525.) [*](Cap. 24. Ex Charone Lampsaceno haec fluxisse putat Schmidt, das Pericl. Ζeitalt. II, p. 120 sq., sed cf. J. p. 596.) [*](2 μαθόντες F] ἀκούσαντες vulg. || 3 κ΄ i. e. εἴκοσι MV; χ΄ i. e. ἑξακοσίους F vulg. || 4 κ΄ i. e. εἴκοσι MV; η΄ i. e. ὀκτὼ F vulg. || 5 ταύτας F, corr. Cas. || 11 περὶ γῆς vulg. || 12 ἡνίκʼ ἂν Hertlein; ἡνίκα F || πρῶτον M; πρῶτοι F vulg. || 13 πρὸς F] ἐς vulg. || 16 [τούτοις] Patakis || 20 κοινωνήσαντας K || 21 [ταῦτα ἐποίησαν] K || 22 συνέπινον vulg.; συνέπιον F.)

301
τῆς πορείας ἀνέντες. Λαμψακηνοὶ δὲ συντείναντες ἐπὶ τὸ Ἑρμαῖον φθάσαντες ἦλθον· τοῦτο δὲ Παρίου μὲν ἀπέχει στάδια ἑβδομήκοντα, Λαμψάκου δὲ διακόσια. τοσαύτην γῆν ἀπετέμοντο τῇ τέχνῃ Λαμψακηνοὶ Πα- ριανῶν μεθόριον στησάμενοι τὸ Ἑρμαῖον.