Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

300
[*](414)

Κορίνθιοι Συρακουσίοις βοήθειαν πέμποντες, μα- θόντες εἴκοσι ναῦς Ἀττικὰς περὶ Ναύπακτον ἐφορμεῖν παραφυλαττούσας, πληρώσαντες εἴκοσι καὶ πέντε τριή- ρεις, ταύταις μὲν ἐν Πανόρμῳ τῆς Ἀχαΐας ἀνθώρμουν ἀντικρὺ τῶν Ἀττικῶν. τούτων δὲ παραφυλαττόντων ἀλλήλους ὁλκάδες μεσταὶ Κορινθίων ὁπλιτῶν ἀπῆραν ἐκ Πελοποννήσου σύμμαχοι Συρακουσίοις, Ἀθηναῖοι δὲ προσεῖχον ταῖς ἀνθορμούσαις τριήρεσιν.