Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Λαμψακηνοὶ καὶ Παριανοὶ γῆς ὁρίων ἀμφισβητοῦν- τες συνέθεντο, ἡνίκʼ ἂν ὄρνιθες ᾄσωσι πρῶτον, πέμψειν ἄνδρας ἐξ ἑκατέρας πόλεως πρὸς ἀλλήλους· ὅπου δʼ ἂν οἱ πεμφθέντες ἀπαντήσωσι, τοῦτον ἀμφοτέροις ὅρον τῆς γῆς γενέσθαι. ἐπειδή ταῦτα ἔδοξεν, οἱ Λαμψακηνοὶ τῶν ἐν [τούτοις] τοῖς τόποις θαλασσουργῶν ἔπεισάν τινας, ὅταν ἴδωσι τοὺς Παριανούς παριόντες, ἰχθῦς ἀφθόνως ἐπιβάλλειν τῷ πυρὶ καὶ οἶνον πολὺν ἐπισπέν- δειν ὡς Ποσειδῶνι θύοντας καὶ παρακαλεῖν αὐτοὺς μετʼ εὐφημίας τιμῆσαι τὸν θεὸν σπονδῶν κοινωνήσον- τας. οἱ μὲν ἁλιεῖς [ταῦτα ἐποίησαν], οἱ δὲ πεισθέντες τοῖς ἁλιεῦσι συνήσθιον καὶ συνέπινον τὸ σπουδαῖον [*](Cap. 23. Ex Thucyd. 7, 17. — Cf. J. p. 525.) [*](Cap. 24. Ex Charone Lampsaceno haec fluxisse putat Schmidt, das Pericl. Ζeitalt. II, p. 120 sq., sed cf. J. p. 596.) [*](2 μαθόντες F] ἀκούσαντες vulg. || 3 κ΄ i. e. εἴκοσι MV; χ΄ i. e. ἑξακοσίους F vulg. || 4 κ΄ i. e. εἴκοσι MV; η΄ i. e. ὀκτὼ F vulg. || 5 ταύτας F, corr. Cas. || 11 περὶ γῆς vulg. || 12 ἡνίκʼ ἂν Hertlein; ἡνίκα F || πρῶτον M; πρῶτοι F vulg. || 13 πρὸς F] ἐς vulg. || 16 [τούτοις] Patakis || 20 κοινωνήσαντας K || 21 [ταῦτα ἐποίησαν] K || 22 συνέπινον vulg.; συνέπιον F.)

301
τῆς πορείας ἀνέντες. Λαμψακηνοὶ δὲ συντείναντες ἐπὶ τὸ Ἑρμαῖον φθάσαντες ἦλθον· τοῦτο δὲ Παρίου μὲν ἀπέχει στάδια ἑβδομήκοντα, Λαμψάκου δὲ διακόσια. τοσαύτην γῆν ἀπετέμοντο τῇ τέχνῃ Λαμψακηνοὶ Πα- ριανῶν μεθόριον στησάμενοι τὸ Ἑρμαῖον.