Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Οἱ κατὰ τὴν Ἰταλίαν Λοκροὶ σπονδὰς ποιούμενοι [*](683) πρὸς Σικελοὺς σκορόδων κεφαλὰς ὑπὸ τοῖς χιτωνίσκοις ἐπὶ τοὺς ὤμους ἐπιθέντες καὶ γῆν ἐμβεβλημένην τοῖς ὑποδήμασιν ὑπὸ τοῖς ποσὶν ἔχοντες ὤμοσαν πρὸς τὸ βέβαιον αὐτοῖς φυλάξειν τὴν πολιτείαν, ἐφʼ ὅσον ἂν τὴν γῆν ταύτην πατῶσι καὶ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φέρωσι. τοῖς ὅρκοις πιστεύσαντας τούς Σικελοὺς ἀνεῖλον οἱ Λοκροὶ μετὰ μίαν ἡμέραν ὡς οὐκέτι τῆς αὐτῆς γῆς ἐπιβαίνοντες οὐδὲ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φέροντες.

[*](Cap. 21. Ex Thucyd. 6, 46; cf. Diod. 12. 83.)[*](Cap. 22. Cf. Polyb. 12, 6. — J. p. 595 sq.)[*](4. 5 Αἰγεσταῖοι F || 8 χρησάμενοι F et Diod.; αἰτησάμενοι Thucyd. || ἄργυρον καὶ χρυσὸν Cas. K; ἀργύρου καὶ χρυσοῦ F || 12 Λοκροὶ οἱ Ἐπιζεφύριοι vulg. || 15 ἐπὶ Polyb.. Cas.; ὑπὸ F ἐπιθέντες F] ἐπιτιθέντες M ; ὑποθέμενοι Polyb. || 18 ταύτην Polyb. et V eam. αὐτὴν p; αὐτῶν F; τὴν αὐτὴν γῆν Hertlein; τὴν γῆν [τὴν] αὐτὴν Roth || 19 φορῶσι Polyb. || 20 οὐκέτι V iam non; οὐκ ἐπὶ F: cf. 7, 34.)