Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](492)

Ἰπποκράτης κρατῆσαι τῆς Ἐργετίνων πόλεως ἐσπου- [*](e.4,8) δακώς, ὅσους Ἐργετίνους εἶχε μισθοφόρους, τούτοις ἔνεμεν ἀεὶ τῆς λείας τὸ πλεῖον μέρος καὶ μισθοὺς μείζονας ὑπερεπαινῶν αὐτοὺς ὡς προθυμοτάτους καὶ μάλιστα χαριζόμενος, ὡς πλείονας ἐκ τῆς πόλεως ταύ- της ἔχοι συμμάχους. ταῦτα ἠγγέλλετο τοῖς ἐν τῇ πόλει· οἱ δὲ ζηλώσαντες τὴν ὠφέλειαν τῶν στρατευομένων ἐθέλοντες πάντες ἐξῆλθον καταλιπόντες ἔρημον τὴν πόλιν. Ἱπποκράτης φιλοφρόνως δεξάμενος τοὺς ἄν- δρας, αὐτῆς νυκτὸς ἀναλαβὼν τὴν δύναμιν διὰ τοὔ Λαιστρυγονίου πεδίου προῆγε, τοὺς μὲν Ἐργετίνους τάξας πρὸς τὴν θάλατταν, τὴν δὲ ἄλλην στρατιὰν πρὸς τὴν ἤπειρον. ἐπεὶ δὲ ἀπεφράχθησαν πρὸς ταῖς ῥαχίαις τῶν κυμάτων οἱ Ἐργετῖνοι, τοὺς ἱππεῖς προπέμψας Ἱπποκράτης τὴν πόλιν αὐτῶν ἔρημον οὖσαν κατελά- βετο καὶ τὸν κήρυκα πόλεμον αὐτοῖς προειπεῖν ἐκέ- λευσε καὶ σύνθημα Γελῴοις καὶ Καμαριναίοις ἔδωκε κτείνειν ἀδεῶς Ἐργετίνους ἅπαντας.

[*](Cap. 6. Cf. Holm I, p. 201 sq.)[*](1 Τρώτιλον Maasv. ex Thucyd.; Τραώιλον F; Τρωγίλιον Κ; Θάψον tacite legit Schubring 1. 1. Thucydidem secutus || 2 μέχρι ἑνὸς χειμῶνος] διελθόντος χειμῶνος Holm 1. 1., sed cf. J. p. 512 || 6 ὅσους H; ους F || 9 χαριζόμενος Maasv.; χαρῖνος F; μηχανώ- μενος R || 11 ὠφέλειαν Koen. 182; ἡδυπάθειαν R; εὐπορίαν Κ; πολιὰν F; cf. 7, 2, 2. 7, 15, 1. 7, 29, 2 || 17 ῥάχαις 18 κυ- ματίνων F || προσπέμψας R || 22 ἀδεῶς] ἀφειδῶς vel ἀνηλεῶς Hertlein.)