Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

243
[*](e.14,17)

Δαφναῖος Συρακουσίων καὶ Ἰταλιωτῶν πρὸς Καρ- [*](406) χηδονίους παρατασσομένων τὸ μὲν δεξιὸν κέρας ἐχόν- των Συρακουσίων, τὸ δὲ εὐώνυμον Ἰταλιωτῶν, ἀκού- σας μεγάλης βοῆς φερομένης ἀπὸ τῆς λαιᾶς τάξεως, προσδραμὼν, τοὺς Ἰταλιώτας ἰδὼν πονοῦντας καὶ ἡττωμένους, ἐπανελθὼν ἐπὶ τὸ δεξιὸν κέρας εὐηγγέλιζε τοῖς Συρακουσίοις, ὡς τῶν Ἰαλιωτῶν κατὰ τὴν εὐώ- νυμον τάξιν νενικηκότων· καλῶς δὲ ἔχειν καὶ παρʼ αὐτῶν ἔργον τι γενναῖον γενέσθαι. ὑπολαβόντες οἱ Συρακούσιοι τὸν στρατηγὸν ἀληθῆ λέγειν ἀνεβόησαν ῾ παντὶ θυμῷ τοῖς πολεμίοις ἐμβάλωμενʼ· καὶ δὴ προ- θύμως ἐμβαλόντες ἐτρέποντο τοὺς βαρβάρους.