Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](729)

Θεοκλῆς Χαλκιδέας τοὺς ἀπʼ Εὐβοίας ἀγαγών τὴν Λεοντίνων κατέσχε μετὰ Σικελῶν, οἱ προενοικοῦντες [*](Cap. 4 Cf. Diod. 16, 36, 5.) [*](Cap 5. §§ 1 et 2. Cf. Thucyd. 6, 4. — Schubring, Um- vanderuοg des Megarischen Meerbusens in Sicilien p. 447 sqq; Holm I, p. 390, not. ad p. 131; p. 511 sqq.) [*](1 διατάξομεν vulg. || 4 ἐπεὶ] V cum; ἐπὶ F || 5 μὲν K; δὲ F vulg. || 6 τοὺς περὶ vulg;  τὸ περὶ F || 13 Καλίππου F || 14 ὁρ- μήσας Κ; νομίσας F τὰς del vulg. 16 ἐφοδείαν Hertlein; ἐφοδίαν F ὑποκτεῖναι F || 18 τούτων K ex V per eas;  τούτου F 21 Χαλκηδέας F.)

241
ἐτύγχανον. ἐπεὶ δὲ καὶ Λάμις ἐκ Μεγάρων ἀποικίαν ἀγαγὼν τῇ Λεοντίνων προσβάλλειν [παρεσκευάζετο], αὐτὸς μὲν ἐκβαλεῖν ἔφη τοὺς συνοικοῦντας Σικελοὺς μὴ δύνασθαι διὰ τοὺς ὅρκους, ἐκείνοις δὲ νυκτὸς ἀνοίξειν τὰς πύλας, καὶ παρελθόντας αὐτοὺς χρῆσθαι τοῖς Σικελοῖς ὡς πολεμίοις. ὁ μὲν ἀνέῳξεν, οἱ δὲ Μεγαρεῖς καταλαβόμενοι τὴν ἀγορὰν καὶ τὴν ἀκρόπο- λιν ὡπλισμένοι προσέπιπτον τοῖς Σικελοῖς. οἱ δὲ κατα- ληφθέντες ἄοπλοι τὴν πόλιν ἐκλιπόντες ἔφευγον· Με- γαρεῖς δὲ ἀντὶ Σικελῶν Χαλκιδεῦσι συνῴκησαν.

Θεοκλῆς Μεγαρέας Χαλκιδεῦσι συνοικήσαντας ἕξ [*](729) μῆνας τῆς πόλεως ἐξέβαλε φήσας εὔξασθαι κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐὰν κρατήσωμεν τῆς πόλεως ἀσφαλῶς, θύσειν τοῖς δώδεκα θεοῖς καὶ πέμψειν πομ- πὴν ὅπλοις κεκοσμημένην᾿. τῶν δὲ Μεγαρέων [οὐδὲν] ὑπιδομένων, ἀλλὰ θύειν ἀγαθῇ τύχῃ κελευόντων, οἱ Χαλκιδεῖς παρʼ αὐτῶν εἰς τὴν πομπὴν χρησάμενοι τὰς πανοπλίας, τῆς θυσίας γενομένης, αὐτοὶ νόμῳ πομπῆς βαδίζοντες, ἐπειδὴ κατὰ τὴν ἀγορὰν ὡπλισμένοι κάτε- στησαν, Θεοκλῆς ἐκέλευσεν ἀνειπεῖν τὸν κήρυκα· ῾  Με- γαρεῖς ἐκ τῆς πόλεως ἀπιόντων πρὸ δύντος ἡλίουʼ. οἱ δὲ ἐπὶ τοὺς βωμοὺς ἱκέται καταφυγόντες ἠξίουν μὴ διώκεσθαι ἢ μετὰ τῶν ὅπλων ἐκπέμπεσθαι. Θεο- κλῆς μετὰ τῶν Χαλκιδέων ἐβουλεύσατο οὐκ ἀσφαλῶς ἔχειν ἐκβαλεῖν τοσούτους ἐχθροὺς ὡπλισμένους. καὶ [*](1 Λάμις W coll. Thucyd. 6, 4; Πλαταιεῖς F  vulg. || 2 ἀνα- γαγῶών vulg προσβάλλειν F; προσβάλλουσιν vulg. || [παρεσκευά- ζετο] suppl. W || 4 ἐκείνοις C; ἐκεῖνος F || 5 παρελθών τὰ σαυ- τοῦ F || 8 καταλειφθέντες 10 συνῴκησαν K, quod probat Hertlein; cf. v. 3 et v. 11; συνωμολόγησαν F || 15 [οὐδὲν| W coll 1, 27, 2. 7, 16, 1. 8, 44; [οὐχ] vulg. || 16 οἱ om. vulg. || 21 δύντος Hercher, Hermes 9, p. 112: cf. ad 3, 9, 47; δύναντος F.)

242
δὴ γυμνοὶ Μεγαρεῖς τῆς Λεοντίνων ἐκπεσόντες Τρώ- τιλον κατῴκησαν μέχρι ἑνὸς χειμῶνος· μέχρι γὰρ το- σούτου συνεχώρησαν οἱ Χαλκιδεῖς.