Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

251

Θρασυμήδης Φιλομήλου τῆς Πεισιστράτου θυγα- [*](c.528) τρὸς ἐρασθεὶς πομπεύουσαν αὐτὴν προσδραμών ἐφί- λησεν. τῶν δὲ ἀδελφῶν τῆς παρθένου βαρέως φέρον- τῶν καὶ δεινὴν ὕβριν ἡγουμένων ὁ Πεισίστρατος ῾  ἢν τοὺς φιλοῦντας᾿, ἔφη, κολάσωμεν, τοὺς μισοῦντας τί ποιήσομεν;᾿ Θρασυμήδης ἐπὶ μεῖζον αἰρομένου τοῦ ἔρωτος ἡλικιώτας παραλαβὼν συμμάχους τὴν κόρην ἐπὶ τῇ θαλάσσῃ θυσίαν τελοῦσαν παρεφύλαξεν. οἱ μὲν δὴ σπασάμενοι τὰ ξίφη, τὸν ὄχλον σκεδάσαντες, εἰς σκάφος ἐμβαλόντες ἐπʼ Αἰγίνης ἀνήγοντο. Ἱππίας δὲ, ὁ πρεσβύτερος τῶν Πεισιστράτου παίδων, τὰ λῃστρικὰ τῆς θαλάσσης ἀναιρῶν καὶ τοιοῦτο τὸ σκάφος διὰ τὴν σπουδὴν τῆς εἰρεσίας νομίσας εἶναι, τὴν ἀδελφὴν αὐτήν τε ἀνεσώσατο καὶ τοὺς ἁρπάσαντας συλλαβὼν ἐπανήγαγεν. Θρασυμήδης καὶ οἱ φίλοι τῷ τυράννῳ παραστάντες οὐχ ἱκέτευσαν, ἀλλὰ μάλα ἀνδρείως χρῆ- σθαι αὐτοῖς βούλοιτο τρόπῳ προὐκαλέσαντο φήσαν- τες ἔκτοτε θανάτου καταφρονῆσαι, ὁπότε τὴν ἁρπαγὴν ἐβουλεύσαντο. Πεισίστρατος καταπλαγεὶς τὴν γενναιό- τητα τῶν νεανίσκων πρὸς γάμον ἐξέδωκε (τῷ νεανί- σκῳ) τῷ Θρασυμήδει τὴν θυγατέρα. τοῦτο ποιήσας [*](Cap. 14. Ad priorem partem cf. Diod. fragm. 9, 37, 1 (Dindorf); Plut. apophth. reg. et. imp. Pis. 3.) [*](5 ἢν scripsi; εἰ F: cf. 5, 13, 1 || 6 κολάσωμεν F,; κολά- σομεν f2; ἂν τοὺς φιλοῦντας μισῶμεν Plut.; ἐὰν τοὺς φιλοῦντας τιμωρίαις περιβάλωμεν Diod. || 7 ποιήσομεν F] ποιήσωμεν M || 11 ἐμβάλλοντες vulg || 13 τοιοῦτο Hertlein; τοῦτο F || 14 εἶναι [λῃστρικὸν| W; [τῶν λῃστῶν] vulg. ex V 17 ἀλλὰ M; οὐ ἀλλὰ F || 21 (τῷ νεανίσκῳ) inclusit W, (τῷ Θρασυμήδει) Rud. Schoell; τῶν νεανίσκων Patakis.)

252
εὔνοιαν καὶ φιλίαν ἐκτήσατο παρʼ αὐτῶν ὡς οὐκέτι τύραννος, ἀλλὰ χρηστὸς πατὴρ καὶ δημοτικὸς πολίτης.