Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

250

Ἀρίστων κυβερνήτης μιᾷ νηὶ τρεῖς ὁλκάδας σῖτον ἀγούσας παρέπεμπεν. πολεμία τριήρης ἐπεφάνη τοῦ πνεύματος ἐπιλείποντος. ὁ δὲ τὰς τρεῖς ὁλκάδας συν- αγαγν ἐγγὺς αὐτῶν παρέπλει, ἴνα, ἥν μὲν ἡ πολεμία τριήρης προσάγῃ τῇ νηὶ, ὑπὸ τῶν ἐν [ταῖς] σιτηγοῖς προσβάλλοιτο βέλεσι πολλοῖς, εἰ δὲ ταῖς ὁλκάσιν αὐταῖς πειρῷτο προσβάλλειν καὶ βιάζεσθαι, αὐτὸς περιπλέων ἐκ πλαγίων βλάπτοι τὴν πολεμίαν τριήρη καὶ ἀπο- λαμβάνοι μέσην αὐτοῦ καὶ τῶν ὁλκάδων.

[*](413)

Ἀρίστων Κορίνθιος κυβερνήτης ναυμαχούντων Ἀθηναίων καὶ Συρακουσίων καὶ μενόντων ἀμφοτέρων πέμψας πρὸς τοὺς ἄρχοντας ἐκέλευσε τὴν ἀγορὰν τῶν τροφῶν μεταγαγεῖν ἐπὶ τὴν θάλασσαν. ἐπεὶ δὲ ταῦτα ἐκεκόμιστο, κρουσάμενοι πρύμναν ἀνεχῶώρησαν ἐπὶ τὴν γῆν καὶ ἀποβάντες εὐθὺς ἠριστοποιοῦντο. οἱ Ἀθηναῖοι νομίσαντες αὐτοὺς ἡττωμένους ἀναχωρῆσαι μέγα φρο- νοῦντες ἐπὶ τῇ νίκῃ ἐκβαίνουσι καὶ περιῄεσαν τά τε ἄλλα πράττοντες καὶ ὅσα πρὸς ἄριστον ἑτοιμάζοντες. ἐπέπλευσαν ἐξαίφνης οἱ Συρακούσιοι. θόρυβος ἦν τῶν Ἀθηναίων ἀσίτων ἐμβαινόντων· οἴ δὲ ἠριστη- κότες εὐκολώτερον ἐκράτησαν.

[*](Cap. 13. § 2 Cf. Thucyd. 7, 39. — J p. 493 sqq.)[*](3 παρέπεμπεν K ex V comitabatur; παρέπεμψεν F || 4 ἐπι- λείποντος F] ἐπιλιπόντοντος (sc) M || 5 ἢν F; εἰ M || 6 προσάγαι (i. e. προσάγῃ) F; προσάγοι M vulg || σιτηγοῖς ὑπὸ τῶν ἐν τῇ νηὶ F; correxerunt et [ταῖς] addiderunt patakis, Hertlein || 7 προσ- βάλλοιτο Κ; προσβάλοιτο F || 8 πειρῷτο M; πειρῷντο F || 10 αὐτοῦ F 14 τροφίμων Patakis; πωλουμένων hucyd. 15 ἐπὶ τὴν γῆν M; ἐπὶ γῆν F: cf. 5, 32, 1 || 17 ὡς ἡσσημένους Thucyd 7, 40, quam formam praetulit W || 21 ἐκβαινόντων F.)