Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](315)

Μεγακλῆς Μεσήνιος τῆς ἐν Σικελίᾳ Μεσήνης Ἀγαθοκλεῖ τῷ Συρακουσίων τυράννῳ τἀναντία πράτ- των διετέλει καὶ πολλοὺς Σικελιώτας κατʼ αὐτοῦ συνί- στη καὶ τοῖς ἀνελοῦσιν αὐτὸν ἐκήρυξε μεγάλας δωρεάς. Ἀγαθοκλῆς παροξυνθεὶς πολιορκεῖν Μεσήνην παρε- σκευάζετο καὶ πέμψας κήρυκα ἐξῄτει Μεγακλέα· εἰ δὲ μὴ λάβοι, τὴν πόλιν ἐξανδραποδιεῖσθαι κατὰ κράτος ἐλῶν ἠπείλει. Μεγακλῆς τὸν θάνατον οὐκ ἔδεισεν, ἀλλʼ ἑκών αὐτὸν εἰς τὴν ἔκδοσιν ἐπέδωκεν, εἰ πέμποιτο πρεσβευτής. ψηφισαμένων ταῦτα Μεσηνίων ἐλθὼν εἰς τὸ στρατόπεδον τοῦ Ἀγαθοκλέους ἐγώ τοι᾿, ἔφη, καὶ πρεσβεύων παρὰ τῆς πόλεως ἥκω καὶ τεθνηξόμενος, πρότερον δὲ τῆς πρεσβείας ἄκουσον μετὰ τῶν φίλωνʼ. Ἀγαθοκλῆς συνήγαγε τοὺς φίλους. ἐπὶ τούτων ὁ Με- γακλῆς διεξελθὼν τὰ δίκαια τῆς πατρίδος τελευταῖον ἔφη εἰ δὲ ἐπὶ τὰς Συρακούσας ἐστράτευον Μεσήνιοι, πότερον ἄν ὑπὲρ Συρακουσίων ἢ Μεσηνίων πάντα ἔπραττες;ʼ τοῦ δὲ Ἀγαθοκλέους πρὸς τὸ ἐρώτημα μει- διάσαντος οἱ παρόντες φίλοι παρεκάλεσαν αὐτὸν φεί- δεσθαι πρεσβευτοῦ δίκαια λέγοντος· ὁ δὲ διαλυσά- μενος τὸν πόλεμον καὶ τὸν Μεγακλέα σῶον ἀπέπεμψε καὶ φιλίαν συνέθετο πρὸς τοὺς Μεσηνίους.

[*](Cap. 15. Cf. Diod. 19, 65. — J. p. 516.)[*](1 ὡς vulg., ὢν F || 5 Συρακουσίων Κ; Συρακουσίῳ F || 6 συνίστη M; συνίστει F || 9 ἐξῄτει M; ἐξῄτει F || 10 ἐξαδνον ὑπο- διεῖσθαι 18 διεξελθών F] διελθών M || 20 πρότερον F || 23 δίκαια λέγοντος P corr. pr. m; διαλέγοντος F.)