Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](331)

Ἀντίπατρος ἐν τῇ Τετραχωριτῶν στρατεύων ἔταξε [*](Cap. 4. § 1. De tempore cf. Droysen l, 1, p. 392 sqq. et not. 2 in p. 394.) [*](1 διαδίδωσι δὲ M; δὲ διʼ ἃ δίδωσι F; δὲ δια δόσιν D || δευτέρων Maasv. ; δὲ ἑτέρων F; ἑτέρων D || 5 κριθὰς bis scr. in F || 7 σισαμίνου F || 10 τοῖς στρατιώταις coni. W || 12 ἀνα- λίσκει διαδίσωσι F; illud del. K, Patakis, Malina || 15 μακρὰν F || 20 ἀνανδρίαν καὶ μαλακίαν H || 24 Τετραχωριτῶν M ; Τετρα- χωρητῶν F sed infra p. 185, 4 Τετραχωρῖται.)

185
τὸν χόρτον τῶν ἵππων ἐμπρῆσαι τὸν περὶ τῇ σκηνῇ. οἱ μὲν ἐνέπρησαν, ὁ δὲ σαλπιγκτὴς ἐσήμηνεν· οἱ δὲ Μακεδόνες περὶ τὴν σκηνὴν ἠθροίζοντο μετέωρα ἔχοντες τὰ δόρατα. ταῦτα ἰδόντες οἱ Τετραχωρῖται καταπλα- γέντες ἐξέλιπον τὸ χωρίον· ἀμαχεὶ δὲ Ἀντίπατρος ἐκράτησεν.

Ἀντίπατρος τὸν Σπερχειὸν διαβῆναι ἐβούλετο. [*](323) Θετταλῶν δὲ ἱππέων κωλυόντων διαβαίνειν, ὁ μὲν τὴν δύναμιν ἀπήγαγεν εἰς τὴν αὑτοῦ στρατοπεδείαν καὶ παρήγγειλε τοῖς Μακεδόσι μένειν ἐν τοῖς ὅπλοις καὶ τὰ σκευοφόρα μὴ λύειν. οἱ Θετταλοὶ δὲ εἰς τὴν Λαμίαν ἀφιππεύσαντες ἠριστοποιοῦντο κατὰ τὰς οἰκίας. Ἀντί- πατρος [ἐπανῆλθε πρὸς] τὸν ποταμὸν καὶ φθάσας διε- βίβασε τὴν δύναμιν, πρὶν ἐκβοηθῆσαι Θετταλοὺς, καὶ κατελάβετο τὴν Λαμίαν προσπεσών.

Ἀντίπατρος ἐν Θετταλίᾳ βουλόμενος φαντασίαν [*](323) τοῖς πολεμίοις παρασχεῖν ἱππέων πολλῶν συναγαγὼν ὄνους πολλοὺς καὶ ἡμιόνους συνέταξεν εἰς ἴλας, καὶ ἀνεβίβασεν ἄνδρας ὅπλισιν ἱππικὴν ἔχοντας· προέταξε δὲ ἑκάστης ἴλης τὸν πρῶτον ζυγὸν ἀληθινῶν ἱππέων. τούτους ὁρῶντες οἱ πολέμιοι καὶ τοὺς ἑπομένους ἱππεῖς εἶναι νομίσαντες καταπλαγέντες ἔφευγον. τούτῳ τῷ στρατηγήματι καὶ Ἀγησίλαος ἐχρήσατο πρὸς Ἀέρο- [*](Cap. 4. § 2. Cf. Kallenberg, Philol. 36, p. 504.) [*](Cap. 4. § 3. De fonte cf. J. p. 577 sq.) [*](2 ἐσήμηνεν F] ἐσήμαινεν vulg. || 9 ἐπήγαγεν M; ἀνήγαγεν Roth αὑτοῦ Cas.; αυτὴν F || 13 [ἐπανῆλθε πρὸς] suppl. W || 18 ἴλας vulg. et ubique scribendum censet Hertlein; εἴλας F passim 19 ὅπλησιν F || προέταξε Patakis; προσέταξε F || 20 ἑκά- στης εἴλης coni. W coll. 2, 1, 30. 7, 6, 6; ἑκάστῃ ειλῃ F || 23 Ἀγη- σίλαος] cf. 52, 17 sq. , Eumenis simile strategema non traditur a Polyaeno.)

186
πον ἐν Μακεδονίᾳ καὶ Εὐμένης πρὸς Ἀντίγονον ἐν Ἀσίᾳ.