Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](333/32)

Παρμενίων μετὰ τὴν ἐν Ἰσσῷ μάχην ὑπὸ Ἀλεξάν- δρου πεμφθεὶς εἰς Δαμασκὸν ἐπὶ τὴν ἀποσκευὴν τῶν Περσῶν συνῆψε τοῖς σκευοφόροις. ἐπεὶ δὲ οἱ βάρβαροι φοβηθέντες ἔφυγον, ἐννοήσας Παρμενίων, ὅτι μὴ δύ- ναται διασῶσαι τοσαύτην ἀποσκευὴν, τῶν κομιζόντων βαρβάρων φυγόντων, τρεῖς ἴλας ἱππέων πέμψας πρὸς αὐτοὺς ἐκήρυξεν ὃς ἂν μὴ ταῖς ἑαυτοῦ χερσὶ λάβηται τῶν ἰδίων ὑποζυγίων, φονευθήσεται᾿. τοῦτο τὸ κή- ρυγμα οἱ βάρβαροι δείσαντες αὖθις προσῆλθον τοῖς ὑποζυγίοις καὶ τὴν ἀποσκευὴν διεκόμισαν.