Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀλέξανδρος ἐστρατήγει πάντας ἀνθρώπους ἐς [*](e.4,5) εὔνοιαν ὑπάγεσθαι καὶ δὴ καὶ ἔγνω πάντας ἀντὶ βρο- τῶν καὶ ἀνδρῶν καὶ φωτῶν καὶ μερόπων καὶ ἀνθρώ- πων Ἀλεξάνδρους καλεῖν.

Ἀλέξανδρος πολεμῶν προσέτασσε τοῖς στρατηγοῖς [*](Cap. 3. Cf. R. Petersdorff, Beiträge zur Geschichte Ale- xanders des Grossen, cap. II: Ueber die Quellen Polyaens für die Strategemata Alexanders (Pr. v. Flensburg 1872). — J. p. 603—617.) [*](Cap. 3. § 2. Cf. Plut. vita Thesei 5 et apophtegm. reg. et imp. Alex. 10; Synesius p 79 C (Petav ); idem tradit Arse- nius, Viol. apopbtbegm. Alex p. 98 (Walz). — Cf. E. Rohde, Mus. Rhen. 38, p. 301 sqq.) [*](1 Νεάπολιν H V constanter || 3 τάς H ut 3, 10, 12. 4, 7, 6; om. F || ἄριστα HM; ἀρίστας F || ἀκμῇ ]  ἀλκῆ H 5 ἐπὶ τὴν Νεάπολιν H || 8 ἐπανήχθη HH; ἐπηνέχθη F || ἀπηνέχθη D || 10 μετωρίζονται F || συντεταμένως Κ; συντεταγμένως F; συντεταγμένων Cas. || 16 ὐπάγεσθαι vulg.; ὑπεράγεσθαι D; ὑπεραγαγέσθαι F; ἐφέλ- κεσθαι Η καὶ δὴ καὶ ἔγνω Hertien, Iahaii annal. 1867, p. 607 coll. 8, 38; καὶ δὴ διέγνω F 18 ἀπεκάλει H 19 στρατηγοῖς F et Plut.; στρατιαώταις Arsenius.)

167
ξυρεῖν τὰ τῶν Μακεδόνων γένεια, ἵνα μὴ παρέχοιεν πρόχειρον λαβὴν τοῖς ἐναντίοις.

[*](e.1)

Ἀλέξανδρος πολιορκῶν Τύρον, βουλόμενος μέγα [*](332) χῶμα τοῖς τείχεσι τῶν Τυρίων περιβαλεῖν, πρῶτος αὐτὸς κόφινον λαβὼν χοῦ πληρώσας προσήνεγκεν. οἱ Μακεδόνες, ὡς εἷδον αὐτουργοῦντα τὸν βασιλέα, παρα- χρῆμα τὰς χλαμύδας ἀπορρίψαντες τὸ χῶμα διὰ τάχους ἤγειραν.

Ἀλέξανδρος Τύρῳ ποιορκίαν περιβαλὼν ἐπʼ [*](332) Ἀραβίας ἐστέλλετο. Τύριοι τῆς ἀπουσίας αὐτοῦ κατα- φρονήσαντες , τῶν τειχῶν προελθόντες, τοῖς Μακε- δόσι προσπεσόντες ἐκράτουν πολλαχῇ. Παρμενίων Ἀλέξανδρον ἀνακαλεῖται. Διὰ τάχους ἐπανελθών, Μακεδόνων τοὺς ἐγκλίναντας ἰδῶν τοῖς ἡττωμένοις οὐκ ἐβοήθησεν· ἐς δὲ τὴν πόλιν κενὴν ἀνδρῶν ὁρμή- σας κατὰ κράτος αἱρεῖ τὴν Τύρον. Τύριοι τὴν πόλιν ἀλοῦσαν ἰδόντες αὐτίκα σφὰς αὐτοὺς καὶ τὰ ὅπλα τοῖς Μακεδόσι προήκαντο.

[*](e.18,5)

Ἀλέξανδρος Δαρείῳ παρατάσσεσθαι μέλλων παρ- άγγελμα τοῖς Μακεδόσιν ἔδωκεν· ἥν ἐγγὺς γένησθε τῶν Περσῶν, εἰς γόνυ κλίναντες ταῖν χεροῖν διατρίβετε τὴν γῆν· ἢν δὲ ἡ σάλπιγξ ὑποσημήνῃ, τότε δὴ ἀνα- [*](Cap. 3. § 4. Cf. Arrian. 2, 20, sq.; Curt. 4, 2, 24. 3, 1; Plut. Alex. 24 sq.) [*](2 λαβὴν vulg.; λαβεῖν F || 3 πολιορκεῖν F || 4 περιβαλεῖν W coll. 4, 3, 4; μεταβαλεῖν F; καταβαλεῖν addito [πρὸς| post χῶμα Κ ; παραβάλλειν R || 5 χοῦ F] χοῦν HMD || 7 τὸ χῶμα Heringa; τὰ χωρία F; τὰ χαώματα Κ: cf. supra μέγα χῶμα et 4, || 13 9 πολιορκία M, unde W Τύρον πολιορκίᾳ || 11 προσ- ελθόντες F || 13 ἀνακαλεῖται M p; ἀνακαλεῖσθαι F || 14 ἐγ- κλίναντας F] ἐγκλίνοντας vulg. || ἡττωμένοις F] ἡττημένοις M || 15 ἀνδρῶν om. M.)

168
στάντες θυμῷ καὶ ῥύμῃ τοῖς πολεμίοις ἐμβάλλετε.᾿ οἱ μὲν δὴ Μακεδόνες οὕτως ἐποίησαν· οἱ δὲ Πέρσαι σχῆγμα προσκυνήσεως ἰδόντες τὴν πρὸς τὸν πόλεμον ὁρμὴν ἐξέλυσαν καὶ ταῖς γνώμαις ἐγένοντο μαλακώ- τεροι. Δρεῖος δὲ ἐκυδροῦτο καὶ φαιδρὸς ἦν ὡς ἀμαχεὶ κρατῶν. οἱ Μακεδόνες ὑπὸ τῷ συνθήματι τῆς σάλπιγγος ἀναπηδήσαντες ῥυμηδὸν ἐμβάλλουσι τοῖς πολεμίοις καὶ τὴν φάλαγγα ῥήξαντες ἐς φυγὴν ἐτρέ ψαντο.

[*](331)

Ἀλέξανδρος ἐν Ἀρβήλοις τὴν ὑστάτην μάχην Δα- [*](e.18,6) ρείω παρετάσσετο. μοῖρα Περσῶν οὐκ ὀλίγη περιελ- θόντες τὰ σκευοφόρα τῶν Μακεδόνων διήρπαζον. ὁ Παρμενίων Ἀλεξάνδρῳ συνεβούλευε τοῖς σκευοφόροις βοηθεῖν. ὁ δὲ ῾ οὐδὲν᾿ , ἔφη, παραλύειν χρὴ τῆς φά- λαγγος, ἀλλὰ τοῖς πολεμίοις αὐτοῖς μάχεσθαι· ἡττη- θέντες μὲν γὰρ οὐκέτι τῶν σκευοφόρων χρήζομεν, νικήσαντες δὲ καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν πολεμίων ἕξομεν.ʼ

[*](324)

Ἀλέξανδρος ἐκράτησε τῆς Ἀσίας. οἱ Μακεδόνες ἦσαν ἐπαχθεῖς αὐτῷ καὶ βαρεῖς καὶ πάντα σφίσιν αὐτοῖς ἐβιάζοντο παρʼ αὐτοῦ γίγνεσθαι. ὁ δὲ προσ- [*](Cap. 3. § 6. Cf. Curtius 4, 15, 7 et Plut. Alex. 32.) [*](Cap. 3 § 7. Cf Arrian. 7, 8 sqq.; Plut. Alex. 71; Curtius 10. 2, 8—30. 3 4, 1—3; Diod. 17, 109; Iust. 12, 11.) [*](1 ῥύμῃ R et Hercher, Hermes 9, p. 112 ut 1, 18: cf. infra v. 7 ῥυμηδὸν; ῥωμῃ F; μετὰ θύμου καὶ ἀνδρείας H || ἐμβάλετε F || 5 ἐκυδροῦτο Κ; ἐκυδριοῦτο F || 6 ἀμαχεὶ F]  ἀμαχὶ D; ἀμα- χητὶ H || 7 ἀναστάντες ῥοιξηδὸν H || 8 τὴν φαλάγγαν F; τῇ φάλαγγι Freinsneim ad Curt. 4, 16 || 20 σφίσιν Wyttenbach ad Plut. de sera num. vind. p. 41; φασὶν F; πᾶσιν Roth: cf. Hertleni coniecturam ad 1, 41, 2.)

169
έταξεν ὁπλισαμένους ἰδίᾳ στῆναι τοὺς Μακεδόνας, εἰς δὲ τοὐναντίον τοὺς Πέρσας. ἐπεὶ δὲ διέστησαν, ῾ ἐπιλέ- ξασθε οἱ Μακεδόνεςʼ ἔφη ὅν βούλεσθε τῶν ἡγεμόνων, ἐγὼ δὲ ἡγήσομαι τῶν Περσῶν. ἢν μὲν νικήσητε, ποιήσω πάντα, ὅσα ἂν κελεύητε, ἢν δὲ ἡττηθῆτε, μα- θόντες ὅτι μηδὲν δύνασθε, τὴν ἡσυχίαν ἄγετε.᾿ τὸ στρατήγημα ἐξέπληξε τοὺς Μακεδόνας καὶ τοῦ λοιποῦ πρὸς τὸν Ἀλέξανδρον ἐγένοντο μετριώτεροι.

Ἀλέξανδρος ἐν τῇ πρώτῃ παρατάξει πρὸς τοὺς [*](334) Πέρσας ὁρῶν ἐνδιδόντας ἤδη τοὺς Μακεδόνας παρ- ιππεύων ἀνεβόα· ἔτι ἅπαξ ἐπαγάγωμεν, ἄνδρες Μακε- δόνες, ἔτι γενναίως ἅπαξ.᾿ καὶ δὴ τῆς ἐμβολῆς εὐρώ- στου γενομένης ἐς φυγὴν ἐτράποντο οἱ βάρβαροι. παρὰ τοσοῦτον ἡ νίκη γενέσθαι τότε [λέγεται].

Ἀλέξανδρος ἦν ἐν Ἰνδοῖς καὶ τὸν Ὑδάσπην ποτα- [*](326) μὸν διαβαίνειν ἔμελλεν· Πῶρος Ἰνδῶν βασιλεὺς ἐπέ- κεινα τοῦ ποταμοῦ παρετάσσετο, καὶ διαβαίνειν ἀδύ- νατον ἦν. Ἀλέξανδρος ἄνω τοῦ ποταμοῦ τὴν δύναμιν ἀντιπαρεξῆγεν, καὶ ὁ Πῶρος ἄνω· πάλιν Ἀλέξανδρος τοῦ ποταμοῦ κάτω, καὶ ὁ Πῶρος ὁμοίως κάτω. τοῦτο ἐγίγνετο πολλάκις καὶ ἐπὶ πολλὰς ἡμέρας, ὥστε οἱ μὲν Ἰνδοὶ κατεγέλασαν τῆς δειλίας τῶν πολεμίων καὶ συμπαραθέοντες ἐπαύσαντο, ὡς οὐκ ἄν ποτε διαβῆναι τολμησάντων, οἳ τοσάκις οὐκ ἐθάρρησαν. Ἀλέξανδρος [*](Cap. 3. § 9. Cf. Arrian. 5, 9 sqq.; Plut. Alex. 60; Curt. 8, 13; Front. strat. 1, 4, 9.) [*](3 οἱ] cf. Xenoph. Cyrop 6, 2, 35; Κ || 6 οὐδὲν vulg. || δύνασθε W ; νῦν δύνασθε F ; αὐτοὶ δύνασθε vulg. || 14 παρὰ τοσοῦτον [ἧκεν] Roth || [λέγεται] Κ  || 20 ὁ Πῶρος VRΚ ; τῷ Πώρῳ F || 21 ἐγίγνετο coll Arrian. 5, 10; ἐγένετο F || καὶ πολλάκις vulg. 23 διαβῆναι F] ἀποβῆναι D vulg || 24 τολμησάντων Hertlein et Hercher, Hermes 9, p. 113; τολμησόντων F.)

170
δὲ ὀξυτάτῳ δρόμῳ παρὰ τὰς ὄχθας ἀναδραμὼν, ἐπι- βὰς πλοίων καὶ ζευγμάτων καὶ διφθερῶν χόρτου πε- πληρωμένων διέβη τὸν ποταμὸν ἐξαπατήσας Ἰνδοὺς τῷ τῆς διαβάσεως ἀνελπίστῳ.

[*](326)

Ἀλέξανδρος κατέστρεφε τὴν Ἰνδῶν. τῶν δὲ στρα- [*](e.50,1) τιωτῶν ἐφελκομένων λάφυρα Περσικὰ καὶ πλοῦτον ὑπέρογκον ἐπὶ τῶν ἁμαξῶν καὶ τὴν πρὸς Ἰνδοὺς μά- χην οὐκ ἀναγκαίαν ἡγουμένων τοσαῦτα δὴ κεκτημέ- νων, πρώτας ὑπέπρησε τὰς βασιλικὰς ἁμάξας, εἶτα τὰς τῶν ἄλλων. οἱ Μακεδόνες ἐλαφροὶ γενόμενοι καὶ ἐν χρείᾳ τοῦ πάλιν κτήσασθαι καταστάντες ἐπὶ τὸν πόλεμον ὥρμησαν προθυμότερον.

[*](335)

Ἀλέξανδρος Θρᾳκῶν παρεσκευασμένων καταγόμους [*](e.49,2) ἁμάξας πολλὰς ἐπαφιέναι τοῖς Μακεδόσι παρήγγειλεν αὐτοῖς ἐκκλίνειν μὲν ὅσας δύναιντο, εἰ δὲ καταλαμ- βάνοιντο, καθιέντας αὑτοὺς πρὸς τὴν γῆν ὑπερτιθέναι τὰς ἀσπίδας, ὅπως συμβαίνοι φερομέναις ταῖς ἁμάξαις ὑπερπηδᾶν. τοῦτό τοι καὶ ἐν αὐτῇ τῇ πείρᾳ γενόμε- νον ἤλεγξε τοῖς Θρᾳξὶν ἄχρηστον τὴν τῶν ἁμαξῶν παρασκευήν.

[*](335)

Ἀλέξανδρος ἔλαβε Θήβας τῆς δυνάμεως ἱκανὴν ἀποκρύψας καὶ τάξας ἐπʼ αὐτῆς Ἀντίπατρον· τὴν δὲ φανερὰν αὐτὸς ἦγεν ἐπὶ τοὺς ἐχυροὺς τῶν τόπων. [*](Cap. 3. § 10. Cf. Plut Alex. 57; Curt 6, 6, 14 sq.) [*](Cap. 3. § 11. Cf Arrian 1, 1, 7 sqq.) [*](Cap. 3. § 12. Cf. Diod. 17, 12; Arrian. 1, 7. — Droysen I, 1, p. 139, not. 1.) [*](5 κατέστρεφε Blume et Patakis; κατέστρεψε F || 8 δὴ Pa- takis; δὲ F; γε Κ || 13 καταγόμους K ; καταγνοὺς F || 16 αὐτοὺς F || 18 γενόμενον K; γινόμενον 19 τὴν παρασκευὴν τῶν ἁμα- ξῶν vulg. 21 || ἔλαβε Θήβας F] ἔλαθε Θηβαίους R || 23 αὐτὸς MV; αὐτῆς PD; αὐτοῖς F.)

171
Θηβαῖοι δὲ ἐπεξῆλθον καὶ πρὸς τὴν ὁρωμένην δύνα- μιν οὐκ ἀγεννῶς ἀντιπαρετάσσοντο. Ἀντίπατρος ἐν τῷ καιρῷ τῆς μάχης τὴν κεκρυμμένην δύναμιν ἀνα- στήσας, κύκλῳ περιελθὼν, ᾗ σαθρὸν καὶ ἀφύλακτον ἦν τὸ τεῖχος, ταύτῃ κατελάβετο τὴν πόλιν καὶ σημεῖον ἦρεν. Ἀλέξανδρος ἰδὼν ἀνεβόησεν, ὡς ἤδη τὰς Θήβας ἔχοι· Θηβαῖοι δὲ εὐρώστως μαχόμενοι, ὡς εἶδον ἐπι- στραφέντες ἑαλωκυῖαν τὴν πόλιν, ἔφευγον.

Ἀλέξανδρος ἡμιθωράκια τοῖς (φεύγουσι) στρατιώ- ταις ἀντὶ θωράκων ἔδωκεν, ἵνα μένοντες μὲν ἀσφά- λειαν ἔχοιεν τῶν κατὰ πρόσωπον κρυπτομένων, φεύ- γοντες δὲ τὰ ὄπισθεν μέρη φυλάσσειν μὴ δύναιντο. οὐ τοίνυν ἔφευγεν οὐδεὶς γυμνωθῆναι δεδοικὼς, ἀλλὰ πάντοτε ἐνίκων μένοντες.

Ἀλέξανδρος, ὁπότε παρὰ τῶν μάντεων ἤκουε καλὰ γεγονέναι τὰ ἱερὰ, περιφέρειν ἐκέλευε τὰ ἱερεῖα καὶ δεικνύειν τοῖς στρατιώταις, ἵνα μὴ μόνον ἀκούοντες, ἀλλὰ καὶ ὁρῶντες ἀγαθὰς ἔχοιεν περὶ τοῦ κινδύνου τὰς ἐλπίδας.

[*](e.8,5)

Ἀλέξανδρος διαβὰς ἐς τὴν Ἀσίαν Μέμνονα στρα- [*](334) τηγοῦντα Πέρσαις ὕποπτον ἐποίησε προστάξας τοῖς Μακεδόσιν ἐξιοῦσιν ἐπὶ τὰς προνομὰς ἀπέχεσθαι τῶν τοῦ Μέμνονος χωρίων.

Ἀλέξανδρος Γράνικον διαβαίνων Πέρσας ἐξ ὑπερ- [*](334) δεξίων ἐπιόντας (αὐτοὺς) αὐτὸς ἐπὶ δόρυ τοὺς Μακε- δόνας ἀναγαγὼν ὑπερεκέρασεν· ἡ δὲ φάλαγξ προσπε- σοῦσα τοὺς πολεμίους ἐτρέψατο.

[*](7 ἔχει Cas. || 8 ἔφυγον K || 9 (φεύγουσι) del. Patakis; τοῖς [ὁαυτοῦ] στρατιώταις R cum V suis militibus 25 (αὐτοὺς) del. Κ || δόρυ K; ὅδωρ F ; τὸ ὕδωρ M || 26 ἀναγαγὼν F; ἀγαγὼν M.)
172
[*](331)

Ἀλέξανδρος ἐν Ἀρβήλοις παρετάσσετο. Δαρεῖος τὸ μεταίχμιον τῆς συμβολῆς τριβόλοις κατέσπειρε. τοῦτο δὴ συνιδὼν ὁ Μακεδὼν τοῦ δεξιοῦ κέρως ἡγούμενος ἐπὶ δόρυ παρήγγειλεν ἀκολουθεῖν, ὅπως περιέλθοι τὸν τόπον τὸν κατεσπαρμένον ταῖς τριβόλοις· ὁ δὲ Πέρσης ἀντιπαράγειν πειρώμενος ἐπʼ ἀσπίδα διέσπα συνεχῶς τὴν ἵππον. τοῖς διασπάσμασιν ἐμβαλὼν Ἀλέξανδρος, ὁμοίως δὲ καὶ Παρμενίων ἀπὸ τοῦ λαιοῦ, τὰς μὲν τριβόλους ἐξένευσαν, τοὺς δὲ πολεμίους φεύγειν ἠνάγ- κασαν.

[*](331)

Ἀλέξανδρος Τίγριν διαβὰς Περσῶν τὴν χώραν καταπιμπράντων ἔπεμψε τοὺς κατὰ κράτος διώξοντας, ἵνʼ ἀγαπητῶς αἱρούμενοι σώζεσθαι τὴν χώραν ἀκέ- ραιον καταλίποιεν.

[*](330)

Ἀλέξανδρος ἐν Υρκανίᾳ πυθόμενος μοχθηρὰ περὶ [*](e.6,3) αὐτοῦ λογοποιεῖν τοὺς Μακεδόνας καὶ τοὺς Ἕλληνας, συναγαγὼν τοὺς φίλους ἔφη βούλεσθαι γράμματα πέμπειν οἴκαδε δηλώσοντα, ὡς ἐπανήξοι μετὰ χρόνον ἐτῶν τριῶν· τὸ δὲ αὐτὸ καὶ τοὺς φίλους ἐκέλευε τοῖς οἰκείοις ἐπιστέλλειν. οἱ μὲν δὴ πάντες ἐνέγραψαν. ἐπεὶ δὲ οἱ γραμματοφόροι τρεῖς ἀπεῖχον σταθμοὺς, ἀνακαλεσάμενος αὐτοὺς λύσας τὰς ἐπιστολὰς ἔμαθε, τί φρονοῦντες ἕκαστοι διετέλουν.

[*](Cap. 3. § 17. Cf. Curt. 4, 13, 36. 15, 1 sq. — Droysen I, 1, p. 362, not. 1.)[*](Cap. 3. § 18. Cf. Droysen I, 1, p. 329, not. 1.)[*](Cap. 3. 19. Cf. Curt. 7, 2, 36 sq. ; Iust. 12, 5; Diod. 17, 80.)[*](4 περιέλθοι F] περιέλθῃ MD || 6 συνεχῶς Cas.; συνέχων F; διέσπασεν ἔχων Roth || 17 γράμματα M ; πράγματα F || 20 πάντες M; πάντας || F ἔγραψαν H || 23 ἕκαστοι F ] ἕκαστος M.)
173

Ἀλέξανδρος χωρίῳ τῆς Ἰνδικῆς ἐχυρῷ προσεκά- [*](327) θητο· φοβηθέντες Ἰνδοὶ συνέθεντο μεθʼ ὅπλων ἐξελ- θεῖν. οἱ μὲν ἐξελθόντες λόφον ἕτερον κατελάβοντο καὶ φυλακὰς καθίσταντο. Ἀλέξανδρος ἐπῆγε τὴν δύ- ναμιν τῶν Ἰνδῶν ἐπιβοωμένων τὰς συνθήκας. ὁ δὲ περὶ ἐξόδου μὲν ὡμολόγει συντεθεῖσθαι, περὶ δὲ ἀφέ- σεως μηδὲν ὑπεσχῆσθαι.

Ἀλέξανδρος Πιττακοῦ, ὃς ἦν ἀδελφιδοῦς Πώρου, [*](326) λοχῶντος κατὰ τὴν ὁδὸν, ᾗ στενὸς ἦν αὐλὼν, μῆκος μὲν ἱκανῶς ἐκτεταμένος, πλάτος δὲ συνεσταλμένος ἄχρι τεσσάρων σταδίων, ἡ δὲ ἔξοδος στενὴ παντάπασιν — ἐν τοιαύτῃ φύσει χωρίου τῆς ἵππου διφαλαγγίαν ποιή- σας προῄει, παραγγείλας ἐφʼ ἡνίαν καὶ παρὰ τὴν κίνη- σιν ἕκαστον ἕπεσθαι τῷ ἡγουμένῳ, καὶ γενομένων μὲν τῶν ἐναντίων κατὰ τὸ δεξιὸν, ἐπιστρέφειν ἐπὶ δόρυ καὶ τοῦ λοιποῦ ἐξ ἡνίας παρεμβάλλειν· ὅταν δὲ τῆς δεξιᾶς πορείας τὴν οὐραγίαν ἴδωσιν, ἐπάγειν ἐπὶ τοὺς πολεμίους. ταῦτα παραγγείλας ὀρθίαν αὐτὸς ἐποιεῖτο τὴν πορείαν, ὥστε γνώμονι [τὸ] σχῆμα παραπλήσιον ἦν. ὁπότʼ οὖν οἱ τοῦ λαιοῦ μέρους τὴν δεξιὰν οὐρα- γίαν ἰδόντες ἀλαλάξαντες προσῆγον, ὁμοίως δὲ καὶ οἱ ἀπὸ τοῦ δεξιοῦ ἐφʼ ἡνίαν στρέφοντες ἐπῆγον τοῖς Ἰνδοῖς· οἱ δὲ συγκλεισθῆναι φοβηθέντες ὥρμησαν ὁμοῦ πάντες ἐπὶ τὴν στενὴν ἔξοδον, ὥστε οἱ μὲν ὑπὸ τῶν [*](Cap. 3. § 20. Cf. Diod. 17, 84; Plut. Alex. 59; Arrian. 4, 27.) [*](Cap. 3. § 21. Cf. Droysen I, 2, p. 126 et p. 127, not 1.) [*](4 καὶ om. M || καὶ Ἀλέξανδρος vulg. 6 συντεθεῖσθαι Κ ; συντίθεσθαι F || 9 μήκους R || 11 ἡ δὲ ἔξοδος Roth coll. v. 24; ἡ διέξοδος F; καὶ διέξοδος || 13 προσῄει F || 17 πορείας] fort. μοίρας R || 19 [τὸ] Hertlein, lahnii annal. 1867, p. 607 coll. 4, 3, 22 || 21 δὲ del. || οἱ D; om. F.)

174
Μακεδόνων ἀνῃροῦντο, οἱ δὲ πλείους ὑπʼ ἀλλήλων καταπατούμενοι διεφθείροντο.

[*](326)

Ἀλέξανδρος ἐν τῇ πρὸς Πῶρον μάχῃ τὸ μὲν [*](e.17,3) ἱππικὸν ἐπὶ τοῦ δεξιοῦ κέρως ἔταξεν ἐν μετώπῳ τὸ ἥμισυ, τὸ δὲ λοιπὸν ἐν ἐπικαμπίῳ, τὴν δὲ φάλαγγα καὶ τοὺς ἐλαφροὺς ἐπὶ τοῦ λαιοῦ κέρως ἔστησε καὶ ἀπὸ τούτων ἐπικάμπιον ἔταξε. Πῶρος δὲ πολλοὺς ἐλέφαντας ἀντιπαρατάξας αὐτὸς μὲν κατὰ τὸ λαιὸν ἐπὶ τοῦ ἡγουμένου ἐλέφαντος ἦν· τοὺς δὲ λοιποὺς ἐλέφαν- τας ἐκ διαστήματος πεντήκοντα ποδῶν μέχρι τοῦ δεξιοῦ κέρως ἔστησε· τὰ δὲ μέσα τῶν θηρίων ἀνδράσι πεζοῖς ἀνεπλήρωσεν, ὥστε ἦν τὸ σχῆμα τείχει μεγάλῳ παρα- πλήσιον, οἱ μὲν ἐλέφαντες ἐοικότες πύργοις, οἱ δὲ πεζοὶ μεσοπυργίοις. ἔνθα δὴ παραγγείλας Ἀλέξανδρος τοὺς πεζοὺς ἀντιπαράγειν τοῖς πολεμίοις, αὐτὸς τὴν ἵππον ἐπὶ δόρυ σφοδρότερον ἤλασεν βουλόμενος ὑπερ- κεράσαι τοὺς ἐναντίους. τοῦτο φυλασσόμενος Πῶρος ἀντιπαρῆγε. τῷ δὲ μὴ φθάνειν τὰ θηρία διέσπα κατὰ πολλὰ τὴν τάξιν. τῶν Μακεδόνων τοῖς διασπάσμασιν [*](Cap. 3. § 22. Cf. Diodor. 17, 87; Curt. 8, 14 — Droysen I, 2, p. 141, not.) [*](4 μετώπῳ HS; τόπῳ F || τὸ ἥμισυ S; om. F vulg. || 5 ἐπι- καμπίω HS; ἐπικαμπεῖ καμπίῳ F || ἐλαφροὺς S; ἐλέφαντας FH vulg., et adnotarat iam Maiseroy, Cours de tactique l, 253 sq. nullos Alexandro in ipsa pugna fuisse elephantos || 7 ἐπι- κάμπιον HS; ἐπικαμπίων F || 8 ἀντιπαράξας S || 11 μέσα F ; τὰ S; τὰ δὲ μέσα [διαστήματα] Wescher suppl. ex litteris τα in cod. S || 13 ἐοικότες FS; ἐοίκασιν M || 15 τὴν S; εἰς τὴν F vulg. || 16 ἐλάσειν βουλόμενος ὑπερκεράσας τοὺς πολεμίους S | 17 φυλάσσων ὁ Πῶρος S contra usum Polyaeni 18 ἀντιπαρῆγε S M ; ἀντιπαρήγγειλε F || τὸ δὲ S || διέσπα κατὰ πολλὰ τὴν τάξιν. τῶν Μακ. F vulg.; διεσπάετο τὰ πολλὰ τῆς τάξεως, τῶν τε Μακεδόνων etc. S || 19 διάσπασιν S.)

175
ἐμπιπτόντων ἠναγκάζετο κατὰ πρόσωπον ἐπιστρέφων ἀγωνίζεσθαι. ἐν τούτῳ φθάνουσιν οἱ περὶ τὸν Ἀλέ- ξανδρον ἱππεῖς ἐκπεριελθόντες καὶ κατὰ νώτου συνε- λάσαντες τοὺς Ἰνδοὺς τελεωτάτην νίκην ἀνείλοντο (μεθʼ ἣν βασιλεὺς Ἰνδικῆς Ἀλέξανδρος ἦν).

[Ἀλέξανδρος] Θεσσαλῶν τὰ Τέμπη φυλασσόντων [*](336) τῆς Ὄσσης τὰς ὀρθίους πέτρας ὑπορύξας καὶ προσπλά- σας βαθμίδας μικρὰς, διὰ τούτων αὐτός τε καὶ οἱ Μακεδόνες ἀκροβατοῦντες ἀνέβησαν ἐπὶ τὰς κορυφὰς καὶ τὴν Ὄσσαν ὑπερβάντες Θεσσαλίαν εἶχον· Θεσσαλοὶ δὲ τὰ στενὰ τῶν Τεμπῶν ἐφύλασσον. ἔτι νῦν τοῖς διοδεύουσι τὰ Τέμπη πάρεστιν ὁρᾶν τὰς πέτρας τῆς Ὄσσης κλιμακηδὸν ᾠκοδομημένας· καλοῦσιν αὐτὰς την Ἀλεξάνδρου κλίμακα.

Ἀλέξανδρος ἐν μὲν τοῖς Μακεδόσιν ἢ ἐν Ἕλλησι δικάζων μέτριον καὶ δημοτικὸν ἔχειν τὸ δικα- στήριον ἐδοκίμαζεν, ἐν δὲ τοῖς βαρβάροις λαμπρὸν καὶ στρατηγικὸν, ἐκπλήσσων τοὺς βαρβάρους καὶ τῷ τοῦ δικαστηρίου σχήματι. ἐν γοῦν Βάκτροις καὶ Ὑρκανίοις καὶ Ἰνδοῖς δικάζων εἶχε τὴν σκηνὴν ὧδε πεποιημέ- νην. ἡ σκηνὴ τὸ μέγεθος ἦν κλινῶν ἑκατόν· χρύσεοι [*](Cap. 3. § 23. Cf. Droysen Ι, 1, p. 107 et not. 2.) [*](Cap. 3. § 24. Ex Phylarcho (coll. Aeliani var. hist. 9, 3 et Athen. 12, 55 pg. 539) haec excerpta esse censuerat W, sed cf. J. p. 616.) [*](1 κατὰ πρόσωπον μένειν οἱ δὲ περὶ etc S || 4 τελειοτάτην S; [καὶ] τελ. R || 5 μεθʼ ἣν βασιλευσιδίκης (ex Ἰνδικῆς corrup- tum) Ἀλέξανδρος ἦν S; Μεθʼ ἣν βασιλεὺς Ἀλέξανδρος Ἰνδικῆς Θεσσαλῶν etc. F; Ἔτι ὁ βασιλεὺς Ἀλ. Θεσσαλῶν etc. D; ut glossema seclusi cum prioribus editoribus || 7 ὄσης F || 9 ἀνέ- βησαν Hertlein, Iahnii annal. 1867, p.  607 ; ἀνέπτησαν F || 13 καλοῦσι δὲ vulg. 19 Βακτρίοις Κ ut 6, 21 || Υρκανίοις F] Ὑρκανοῖς M || 20 πεποιημένην F; πεποικιλυένην PCD.)

176
κίονες ὑπετίθεντο αὐτῇ πεντήκοντα· ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι, ποικίλμασιν ἐκπεπονημένοι, τὸν ἄνω τόπον ἐσκέπαζον. Πέρσαι μὲν πρῶτοι πεντακόσιοι μηλοφόροι περὶ τὴν σκηνὴν ἐντὸς ἵσταντο πορφυραῖς καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι. μετὰ δὲ τοὺς μη- λοφόρους τοξόται τὸν ἴσον ἀριθμὸν ἔχοντες ταῖς ἐσθῆσι διήλλαττον· οἱ μὲν γὰρ αὐτῶν φλόγινα, οἱ δὲ κυάνεα, οἱ δὲ ὑσγινοβαφῆ περιεβέβληντο. τούτων προΐσταντο Μακεδόνες ἀργυράσπιδες πεντακόσιοι τῶν μεγίστων ἀνδρῶν. κατὰ δὲ τὸ μέσον τῆς σκηνῆς ὁ χρυσοῦς ἔκειτο θρόνος, ἐφʼ οὗ προκαθήμενος ἐχρημάτιζεν· οἱ σωματοφύλακες ἐφεστήκεσαν ἑκατέρωθεν τοῦ βασιλέως δικάζοντος. ἐν κύκλῳ τῆς σκηνῆς τὸ τῶν ἐλεφάντων ἄγημα διεσκευασμένον ἐφεστήκει καὶ Μακεδόνες χίλιοι στολὰς Μακεδονικὰς ἔχοντες. ἐπὶ τούτοις πεντακόσιοι Σούσιοι πορφυροσχήμονες, καὶ μετὰ τούτους ἐν κύκλῳ πάντων Πέρσαι μύριοι (Περσῶν) οἱ κάλλιστοι καὶ μέγιστοι, κεκαλλωπισμένοι παντὶ κόσμῳ Περσικῷ, πάν- τες ἀκινάκας ἔχοντες. τοιόνδε ἦν Ἀλεξάνδρου τὸ δικαστήριον ἐν τοῖς βαρβάροις.

[*](330 aut 325)

Ἀλέξανδρος τὴν ἄνυδρον ὁδεύων αὐτός τε ὑπὸ τε [*](e.1) δίψους ἐπόνει καὶ οἱ Μακεδόνες. οἱ κατάσκοποι τῆς χώρας ἐν κοίλῃ πέτρᾳ σμικρὸν ὑδάτιον εὑρόντες, τοῦτο [*](Cap. 3. § 25. Idem tradit Arsenius, Viol. apophthegm.) [*](Alex. pg. 98 ( (Walz). Cf. Arrian 6, 26, 3; Front. strat 1, 7,7; Piut. Alex. 42; Curtius 7, 5, 10—13.) [*](1 ὑπετίθοντο F || 4 ἐντὸς MPD, Aelian. et Athen. l. c.; ἐν τοῖς F; ἐκτὸς Κ || 8 περ βέβληντο F: probat Pierson 154 || 12 ἐφεστήκεσαν Athenaeus; ἀφεστήκεσαν F ; περιεστώτων Aelian. || 14 διεσκευασμένον Pierson 218, Koen. 157, Aelian., Athe- naeus; διεσκεδασμένον F || 17 (Περσῶν) inclusi; πασῶν M; πάντων vulg.)

177
βαλόντες ἐπὶ κράνος Ἀλεξάνδρῳ κομίζουσιν. ὁ δὲ τῇ στρατιᾷ δείξας, ὡς εὐθυμεῖν χρὴ φανέντος ὕδατος, αὐτὸς μὴ πιὼν ἐξέχεε τὸ κράνος πάντων ὁρώντων. οἱ Μακεδόνες ἀλαλάξαντες ἐκέλευον αὐτὸν ἡγεῖσθαι τῆς ὁδοῦ, πρὸς τὸ δίψος εὐρώστως ἀντέχοντες διὰ τὴν τοῦ βασιλέως ἐγκράτειαν.

Ἀλέξανδρος ἐπὶ ποταμὸν τὸν Τίγριν φθάσαι Δα- [*](331) ρεῖον ἠπείγετο. Πανικὸν ἀπὸ τῆς οὐραγίας διῇξε τὴν στρατιὰν πᾶσαν. ὁ βασιλεὺς ἐκέλευσε τῷ σαλπιγκτῇ ὑποσημῆναι σημεῖον ἀφοβίας, τοῖς δὲ πρωτοστάταις τῶν πεζῶν θέσθαι τὰ ὅπλα πρὸ τῶν ποδῶν καὶ τοῦτο φράζειν τοῖς μετʼ αὐτούς. καὶ δὴ πάντες ἐφεξῆς τοῦτο ποιήσαντες ἔμαθον τὴν αἰτίαν τοῦ φόβου. τὸ μὲν Πανικὸν ἐλέλυτο, οἱ στρατιῶται δὲ ἀράμενοι τὰ ὅπλα προῄεσαν.

Ἀλέξανδρος ἐν Ἀρβήλοις Δαρεῖον ἐνίκησεν. Φρα- [*](313) σαόρτης, Δαρείου συγγενὴς, πολλὴν χεῖρα Περσικὴν ἔχων ἐφύλασσε τὰς Σουσίδας πύλας· αἱ δὲ ἄρα εἰσὶν ὄρη στενὰ καὶ ὑψηλά. τούτοις προσβάλλοντας τοὺς Μακεδόνας εὐκόλως ἀπεκρούοντο οἱ βάρβαροι σφεν- δόνας, βέλη, πέτρους ἀφιέντες· ὥστε ἀνακαλέσας αὐτοὺς Ἀλέξανδρος ἀπὸ τριάκοντα σταδίων χάρακα ἐβάλλετο· [*](Cap. 3. § 26. Cf. Curt. 4, 12, 14 sqq.) [*](Cap 3. § 27. Plut Alex. 37; Curt. 5, 3, 16; Diod. 17, 68; Arrian. 3, 18 sqq.) [*](1 βαλόντες Κ; βάλλοντες F; ἐμβαλόντας ἐς κράνος Arrian. || ἐπὶ κράνους K || 4 αὑτὸν F || 7 φθάσας vulg 13 αἰτίαν] ἀτο- πίαν vel οὐδενίαν R || 15 προῄεσαν K; προΐεσαν F || 16 Δαρεῖον post ἐνίκησεν perperam iteratum in F || Φρασαόρτης] Ἀριοβαρ- ζάνης Diod., Curtius: cf. Arrian. 3, 18 || 18 Susidas pylas Curtius; Σουσιάδας πέτρας Diod.; Περσίδες πύλαι Arrian. || 22 τριάκοντα] Curtius triqinta; Diod. σταδ. τριακοσίους || ἐβάλλετο F] ἐβά- λετο vulg.)

178
ἦν δὲ λόγιον Ἀπόλλωνος, ὡς ἄρα ξένος λύκος ἡγεμὼν αὐτῷ τῆς ὁδοῦ τῆς κατὰ Περσῶν γένοιτο. πρόσεισι δὴ τῷ Ἀλεξάνδρῳ βουκόλος θηρείαν ἔχων στολὴν, ὁμολογῶν ὅτι Λύκιος ἦν, καὶ ὡς κύκλῳ τῶν ὀρῶν ἀτραπὸς εἴη τῷ συνηρεφεῖ τῆς ὕλης ἀποκεκρυμμένη, αὐτῷ δὲ μόνῳ γιγνώσκοιτο διὰ τὴν νομὴν τῶν βοῶν. ἀναμνησθεὶς Ἀλέξανδρος τοῦ μαντείου πιστεύει τῷ βουκόλῳ. τὴν μὲν δὴ πᾶσαν στρατιὰν ἐκέλευσεν ἐν στρατοπέδῳ μένειν καὶ πολλὰ πυρὰ ἀνακαίειν, ἐφελ- κομένους τὴν τῶν Περσῶν ὄψιν. Φιλώτᾳ δὲ καὶ Ἡφαιστίωνι παράγγελμα δοὺς ἀπόρρητον, ὁπόταν κατὰ κορυφῆς τῶν ὀρῶν ἴδωσι τοὺς Μακεδόνας ἐκφανέντας, αὐτοὺς κάτωθεν προσβάλλειν, αὐτὸς τοὺς ὑπασπιστὰς ἄγων καὶ μίαν ὁπλιτῶν φάλαγγα καὶ τὸ Σκυθικὸν τοξικον ὅσον ἦν διὰ τῆς ἀτραποῦ τῆς λεπτῆς ὀγδοή- κοντα στάδια προελθὼν ηὐλίσατο πυκαζόμενος ὕλῃ δασυτάτῃ. μέσης δὲ νυκτὸς περιελθὼν ἐπέστη τοῖς πολεμίοις καθεύδουσιν· ἀρχομένης δὲ ἡμέρας αἱ σάλ- πιγγες ἐσήμαινον ἀπὸ τῆς κορυφῆς τῶν ὀρῶν· Ἡφαι- στίων δὲ καὶ Φιλώτας τοὺς ἐκ τοῦ χάρακος Μακεδόνας προσῆγον. οἱ Πέρσαι μέσοι τῶν ἄνωθεν πολεμίων καὶ τῶν κάτωθεν ἀποληφθέντες οἱ μὲν ἐκτείνοντο, οἱ δὲ κατεκρημνίζοντο, οἱ δὲ ἐζωγρεύοντο.

Ἀλέξανδρος ὥρᾳ θέρους ἦγε τὴν στρατιὰν παρὰ [*](e.30,2) ποταμὸν προσκειμένων πολεμίων. ὁρῶν δὲ τοὺς στρα- τιώτας διψῶντας καὶ ἀφορῶντας εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ, ἵνα μὴ πίνοντες διαλύσειαν τὰς τάξεις μηδὲ [*](1 λύκιος R || 2 γενήσοιτο K || 5 ἀποκεκρυμένης F || 6 διὰ τὴν τῶν βοῶν νομὴν vulg. || 8 ἐν om. F || 12 ἐκφανέντας F] φανέντας M; usitatius Polyaeno ἐπιφανέντας || 13 προσβαλεῖν vulg. || 14 φάλαγγαν F || 22 ἀποληφθέντες K; ἀπολειφθέντες F.)

179
τὸ τῆς ὁδοιπορίας τάχος διακόψειαν, τὸν κήρυκα ἐκέ- λευσεν ἀνειπεῖν ἀπεχώμεθα τοὺ ποταμοῦ· θανατῶδες ἔχει τὸ ὕδωρ.᾿ οἱ μὲν φοβηθέντες ἀπέσχοντο καὶ τὴν ὁδὸν ἐπετάχυνον· Ἀλέξανδρος δὲ διανύσας καὶ στρα- τοπεδεύσας αὐτὸς μετὰ τῶν ἡγεμόνων ἀπὸ τοῦ ποτα- μοῦ φανερῶς ἔπιεν. γελάσαντες οἱ στρατιῶται καὶ τὴν αἰτίαν τῆς ἀπάτης νοήσαντες ἀδεῶς ὑδρεύσαντο ἐκ τοῦ ποταμοῦ πάντες.

[*](e.55,1)

Ἀλέξανδρος ἐνέβαλεν εἰς τὴν Σογδιανῶν χώραν. [*](327) ἡ δέ ἐστι πᾶσα τραχεῖα καὶ δύσβατος· πέτρα δὲ κατὰ μέσην ἀνατείνει (ὀρνίθων) τοῖς πτηνοῖς [μόνοις] βάσι- μος· ἐν κύκλῳ δὲ ὕλη δασεῖα καὶ πυκνὴ τοὺς ἀβάτους κρημνοὺς ἀβατωτέρους εἰργάζετο. τὴν πέτραν Ἀριο- μάζης μετὰ πολλῆς χειρὸς καὶ καρτερᾶς Σογδιανῶν κατελάβετο | πηγὰς ὕδατος ἔχων ἔνδον καὶ παρασκευὴν σιτίων ἄφθονον. Ἀλέξανδρος περιιππασάμενος καὶ καταμαθὼν τὰς φύσεις τῆς πέτρας ἐκέλευσε τριακοσίους λογάδας νεανίας, οἷς ἦν ἄσκησις καὶ τέχνη κρημνο- βατεῖν, ἀόπλους κατόπιν τῆς πέτρας διὰ πυκνῆς ὕλης ἀνέρπειν καὶ λεπτοῖς κάλοις ἀνιμᾶν ἀλλήλους· ἐπειδὰν δὲ τῶν κορυφῶν κρατήσωσιν, ζώνας λευκὰς, ἃς εἶχον, λυσαμένους κοντοῖς εὐμήκεσι περιάψαι καὶ τούτους [*](Cap. 3. § 29. Cf. Curt. 7, 11, 1 sqq.; Arrian. 4, 18, 4 sqq.) [*](1 ἐκέλευσεν F] ἐκέλευεν vulg.; διήγγειλεν H || 2 ἀνειπεῖν K, quod probavit Hertlein: cf. 4, 7, 6. 5, 5, 2. 7, 6, 3 et ad 7, 6, 10; εἰπεῖν ῾F || 4 ἐπετάχυνον F] ἀπετάχυνον M; ἐτάχυνον vulg.; ἐπετάχυναν K || 11 (ὀρνίθων) delendum censet Hercher, Hermes 9, p. 112, quod probo coll. Arrian. οἱ δὲ βαρβαρίζοντες πτηνοὺς ἐκέλευον ζητεῖν στρατιώτας Ἀλέξανδρον || [μόνοις] K || 13 κρημνοὺς Maasv.; καρποὺς F || Ἀριομάζης] Ἀριαμαζης Strabo; Arimazes Curtius || 16 περιιππασάμενος vulg.; περιππευσάμενος F: cf. 4, 6, 6. 4, 4, 2. 2, 3, 14 || 21 κρατήσουσι F.)

180
ὑπὲρ τὴν ὕλην ἀνατείνειν, ὥστε ἀθρόας καὶ λαμπρὰς τὰς ζώνας ἐπὶ πλεῖστον τινασσομένας καὶ τοῖς ἄνω βαρβάροις καὶ τοῖς κάτω Μακεδόσιν ὁρᾶσθαι. οἱ μὲν δὴ κρημνοβάται σὺν πολλῷ πόνῳ κατὰ κορυφὴν [γε- νόμενοι] ἀνίσχοντος ἡλίου τὰς ζώνας ἀνέσεισαν· οἱ δὲ Μακεδόνες μέγα καὶ λαμπρὸν κάτωθεν ἠλάλαξαν· ὁ δὲ Ἀριομάζης ἐκπλαγεὶς, ὡς πάσης τῆς στρατιᾶς ἀναβαινούσης καὶ ὡς ἤδη κατὰ κορυφῆς ἑαλωκὼς, αὑτόν τε καὶ τὴν πέτραν παρέδωκεν Ἀλεξάνδρῳ θειο- τέραν αὐτοῦ τὴν δύναμιν καὶ τὴν τύχην ἡγούμενος.

[*](326)

Ἀλέξανδρος Καθαίους, μοῖραν Ἰνδῶν ἐξ ἀπονοίας ἀντιστᾶσαν ἡβηδὸν ἔκτεινε καὶ πόλιν αὐτῶν Σάγγαλα τὴν καρτερωτάτην κατέσκαψεν. διῆκε τοὺς Ἰνδοὺς φήμη πονηρὰ ὡς Ἀλεξάνδρου φονικῶς καὶ βαρ- βαρικῶς πολεμοῦντος. ὁ δὲ μεταβάλλειν τὴν δόξαν βουλόμενος ἄλλην πόλιν (διὰ) τῆς Ἰνδικῆς ἑλὼν, ὁμή- ρους λαβὼν, σπεισάμενος έπὶ τρίτην πόλιν ἦλθεν εὐ- μεγέθη καὶ πολυάνθρωπον, τάξας πρὸ τῆς φάλαγγος τοὺς ὁμήρους, γέροντας, παῖδας, γυναῖκας. οἱ δὲ τοὺς ὁμοφύλους γνωρίσαντες καὶ τὰ ἔργα τῆς Ἀλεξάνδρου φιλανθρωπίας ὁρῶντες ἀνοίγουσί τε τὰς πύλας καὶ μετὰ ἱκετηριῶν αὐτὸν ἐδέξαντο. αὐτίκα ἡ φήμη δια- δραμοῦσα ἔπεισεν Ἰνδοὺς ἑκόντας Ἀλέξανδρον δέχεσθαι.

[*](Cap. 3. § 30. Cf. Curt. 9, 1, 15 sqq.; Arrian. 5, 22 et 24; Diod. 17, 91.)[*](4 [γενόμενοι] Cas. || 8 ἀναβάσης R || τὴς κορυφῆς ἑαλωκυίας R || 10 αὐτὸς F || τύχην F] τέχνην vulg. || 11 Χαθαίους M; Καλ- θαίους F vulg. || 12 τὴν πόλιν M || Σάγγαλα Cas. ; Σαλγαλα F || 13 διῆκε R; διῆλθε Hertlein coll. Soph. Ai. v. 999; ἵνα F1 ; εἷλε F2 marg. || 16 (διὰ) inclusit K; in τινὰ correx. Cas. R || Ἰνδικῆς M ut 1, 1, 2. 1, 3, 4. 4, 3, 20. 22; Ἰνδίας F vulg. || 22 αὐτίκα καὶ ἡ φήμη M.)
181
[*](e.55,2)

Ἀλέξανδρος τὴν Κοσσαίων χώραν ἑώρα τραχεῖάν [*](324) τε καὶ ὄρη ὑψηλὰ καὶ ἀπρόσιτα καὶ πλῆθος ἐν τοῖς ὄρεσιν ἀνδρῶν δοκίμων· οὐ τοίνυν ἑλεῖν ἐλπίς. ἧκέ τις ἀγγέλλων Ἡφαιστίων ἐν Βαβυλῶνι τέθνηκενʼ. ὁ δὲ κοινὸν πένθος ἐπαγγείλας ἐπὶ τὴν Ἡφαιστίωνος ταφὴν ἠπείγετο· οἱ σκοποὶ τῶν Κοσσαίων, ἀναζευγνύν- τας ὡς εἶδον [αὐτοὺς], αὐτοὶ διεσπάρησαν. Ἀλέξανδρος νύκτωρ ἱππέας πέμψας τὴν ἐς τὰ ὄρη πάροδον ἀφύ- λακτον κατελάβετο καὶ τῆς ὁδοιπορίας ἀποκλίνας, ἐπι- φανεὶς τοῖς ἱππεῦσι σὺν αὐτοῖς τὴν Κοσσαίων χώραν ἐχειρώσατο. τοῦτο τὸ ἔργον τῆς ἐπὶ Ἡφαιστίωνι λύπης παρηγόρημα φασὶν Ἀλεξάνδρῳ γενέσθαι.

Ἀλέξανδρος ἐν τοῖς Περσῶν βασιλείοις ἀνέγνω τὸ βασιλέως ἄριστον καὶ δεῖπνον ἐν κίονι χαλκῷ γε- γραμμένον, ὅπου καὶ οἱ ἄλλοι νόμοι, οὓς ἔγραψε Κῦρος. εἶχε δὲ οὕτως·

πυραμίνων ἀλεύρων καθαρῶν τετρακόσιαι ἀρτάβαι — ἡ δὲ ἀρτάβη ἡ Μηδικὴ μέδιμνός ἐστιν Ἀττικός —· τῶν δὲ δευτέρων ἀλεύρων μετὰ τὰ καθαρὰ τριακόσιαι ἀρτάβαι· καὶ τῶν τρίτων τριακόσιαι ἄλλαι ἀρτάβαι. Πυραμίνων μὲν ἀλεύρων τῶν πάντων ἀρτάβαι εἰς τὸ δεῖπνον χίλιαι. κριθαμίνων δὲ ἀλεύρων τῶν κάρτα καθαρῶν διακόσιαι ἀρτάβαι. τῶν δὲ δευτέρων τετρα- κόσιαι· [καὶ τῶν τρίτων τετρακόσιαι·] τὸ σύμπαν δὲ [*](Cap. 3. § 32. Cf. Athen. 4, p. 145. — The Classical Journal, vol. 30, p. 370 —374, Remarks on a Passage of Polyaenus.) [*](2 ὑψηλὰ [ἔχουσαν] Patakis; habere V || 3 ἑλεῖν [ἦν] Sittl || 4 ἀγγέλων F || 6 σκοσσαίων F || ἀναζευγνύντας p; ἀναζευγνύντες F || 7 [αὐτοὺς] αὐτοὶ Cas.; αὐτοὶς D || 10 κοσσιαίων F || 17 πυρα- μηνῶν F, et sic infra τετρακόσιαι ἀρτάβαι K; τετρακοσίας ἀρ- τάβας F vulg. || 22 κριθαμηνῶν F, et sic infra 24 [καὶ τῶν τρί- των τετρακόσιαι] atque itidem de tertia quadringentae V ex coniectura, ut numerum millenarium expleret ; om. F.)

182
τῶν κριθαμίνων ἀλεύρων χίλια ἀρτάβαι. χόνδρου δὲ ἐξ ὀλυρῶν πεποιημένου διακόσιαι ἀρτάβαι. παιπάλης ἐξ ἀλφίτων πεποιημένης ὡς εἰς κυκεῶνας δέκα ἀρτάβαι. καρδάμου κεκομμένου σεσησμένου λεπτοῦ * * [ἀρτάβαι]. πτισάνης δέκα ἀρτάβαι· σινήπυος σπέρματος τρίτον ἀρτάβης.

πρόβατα, οἱ ἄρσενες τετρακόσιοι· βόες ἑκατόν· ἵπποι τριάκοντα· χῆνες σιτευτοὶ τετρακόσιοι· τρυγόνες τριακόσιαι· ὀρνίθια παντοδαπὰ μικρὰ ἑξακόσια· ἄρνες τριακόσιοι· νεοσσοὶ χηνῶν ἑκατόν· δορκάδες τριά- κοντα.

γάλακτος αὐθημερινοῦ δέκα μάριες — μάρις δὲ ἐστὶ δέκα χόες Ἀττικοί —· ὀξυγάλακτος ἡδυσμένου δέκα μά- ριες. σκορόδων τάλαντον σταθμῷ· κρομύων ἡμιτάλαν- τον σταθμῷ τῶν δριμέων. φύλλου ἀρτάβη. ὀποῦ σιλφίου δύο μναῖ· κυμίνου ἀρτάβη· σιλφίου τάλαντον σταθμῷ. μύρου ἐκ μήλων γλυκέων τέταρτον μέρος ἀρτάβης· κυκεῶνος ἐκ σιδίων ὀξέων ἀρτάβη, μύρου ἐκ κυμίνου τέταρτον μέρος ἀρτάβης. σταφίδος μελαίνης τρία τάλαντα σταθμῷ· ἀνήθου ἄνθους τρεῖς μναῖ σταθμῷ· μελανθίου τρίτον μέρος ἀρτάβης· διαρίνου σπέρμα δύο [*](3 ἐξ ἀλφίτων Patakis et Malina thes. 2; ἐν ἀλφίτῳ F vulg.; ἐπʼ ἀλφίτῳ Roth ὡς del. Κ || 4 σεσησμένου vulg.; σεσημμένου F || 5 σινήπυος F] σινήπιος vulg. || 12 δὲ M; om. F vulg.: cf. supra p. 181, 18 17 μύρου W ; ἱεροῦ F vulg .: notum esse μύρα πίνειν et μυροποιοὺς regis Persarum commemorari apud Athen. 13, 608 A adnotat W || γλυκέων K; γλυκέως M ; γλυκέος F || 18 κυκεῶνος Dm; κοκκεῶνος FV || ἐκ σιδίων M ; ἐκίδων F vulg. || μύρου W; κηροῦ F || 19 μελαίνης D; μελίνης F; μελεύης M; μελιτίνης coni. W || 20 ἀνήθου V; κνήθου F; κνήκου Cas. Κ: cf. infra p. 183, 7. 19 || μναῖ Roth; μνᾶς F vulg. || 21 μελανθίου K; μελάνθρυον F || διαρίνου Heringa coll. Hesychio ῾ διάρινον τὸ σινηπὶʼ ; διὰρρινὸς F; διὰ ῥινὸς M.)

183
καπέζιες· σησάμων καθαρῶν δέκα ἀρτάβαι. γλεύκους ἐξ οἴνου πέντε μάριες. ῥαφανίδων ἑψανῶν, γογγυλί- δων ἐσκευασμένων ἐν ἅλμῃ πέντε μάριες· καππάρεως ἐσκευασμένης ἐν ἅλμῃ, ἐξ ἧς τὰς ἀβυρτάκας ποιοῦσι, πέντε μάριες· ἁλῶν δέκα ἀρτάβαι. Αἰθιοπικοῦ κυμί- νου ἓξ καπέζιες — ἡ δὲ καπέζις ἐστὶ χοῖνιξ Ἀττική —· ἄνηθον αὖον τριάκοντα μνᾶς ἕλκον. σελίνου σπέρ- ματος τέσσαρες καπέζιες. ἐλαίου σησαμίνου δέκα μάριες· ἐλαίου ἀπὸ γάλακτος πέντε μάριες· ἐλαίου ἀπὸ τερμίν- θων πέντε μάριες· ἐλαίου ἀκανθίνου πέντε μάριες· ἐλαίου ἀπὸ ἀμυγδάλων τῶν γλυκέων τρεῖς μάριες. ἀμυγδάλων αὔων τῶν γλυκέων τρεῖς ἀρτάβαι. οἴνου πεντακόσιαι μάριες.

ὅταν δὲ ᾖ ἐν Βαβυλῶνι ἢ ἐν Σούσοις, τὸν μὲν ἡμίσεα ἐκ τῶν φοινίκων οἶνον παρέχει, τὸν δὲ ἡμίσεα ἀμπέλινον. ξύλων διακόσιαι ἅμαξαι· ὕλης ἑκατὸν ἅμαξαι· τοῦ ὕοντος μέλιτος ἑκατὸν παλάθαι τετράγω- νοι ἀνὰ δέκα μνᾶς ἕλκουσαι. ὅταν ἐν τῇ Μηδικῇ ᾖ, ταῦτα διαδίδωσιν. κνήκου σπέρματος τρεῖς ἀρτάβαι. κρόκου δύο μνᾶς ἕλκοντος σταθμῷ. ταῦτα μὲν εἰς πότον τε καὶ ἄριστον ἀναλίσκεται.

[*](1 καπετίες F: cf. Hultsch, Metrologie2, p. 478 (§ 45, 3); Oppert, Journal Asiatique 1874, tom. IV, p. 459 confert Neo- persarum vocem kapic'ch et Arabum gafiz, de Lagarde, Arme- nische Studien (Abh d. Gött. Ges. d. W. XXII, p. 74) Arme- niorum kapic', unde Polyaeni καπέτις in καπέζις corrigendum esse censent σησάμων K; σισάμων δέκα] δύο Dm || 2 αἰψα- νῶν F || 4 τὰς ἀβυρτάκας M; τοὺς ἀβυρτάκας F; τοὺς ἀβυρτάκους D || 6 καπετειαις F, || 9 καπέτιες F2 || 8 καπιτιες F || σησαμίνου K ; σισαμίνου F || 9 τερμίνδων p; τερκλίνθων F; olei terchinthini V || 10 ἀκανθίνου F vulg. ut Ctesias apud Athen 2, 74, p. 67; ἀπὸ Ἀκανθίου M || 14 ᾖ vulg. ; ἢ F || 19 διαδίδωσιν C. L. Roth, ut infra p. 184, 1. 9. 11; διδωσι F || κνήκου K; κνίκου F || 21 πότον Rud. Schoell; τόπον F; δεῖπνον M; τὸ δεῖπνον W.)
184

διαδίδωσι δὲ πυραμίνων ἀλεύρων τῶν καθαρῶν πεντακοσίας ἀρτάβας· κριθαμίνων δὲ καθαρῶν ἀλεύ- ρων χιλίας ἀρτάβας· καὶ τῶν δευτέρων χιλίας ἀρτά- βας. σεμιδάλεως πεντακοσίας ἀρτάβας· χόνδρου τοῦ ἐκ τῶν ὀλυρῶν πεντακοσίας μάριας· κριθὰς τοῖς κτή- νεσι δισμυρίας ἀρτάβας· ἀχύρων μυρίας ἁμάξας· κάρ- φους πεντακισχιλίας ἁμάξας. ἐλαίου σησαμίνου διακοσίας μάριας· ὄξους ἑκατὸν μάριας· καρδάμου κεκομμένου λεπτοῦ τριάκοντα ἀρτάβας. ταῦτα μὲν πάντα διαδί- δωσι ταῖς στρατιαῖς ὅσα εἴρηται. βασιλεὺς δὲ σὺν τῷ ἀρίστῳ καὶ τῷ δείπνῳ καὶ οἷς διαδίδωσι τοσαῦτα ἀναλίσκει τῆς ἡμέρας.

ταύτην τοῦ δείπνου τὴν παρασκευὴν οἱ μὲν ἄλλοι [*](e.3,5) Μακεδόνες ἀναγνόντες ἐθαύμασαν ὡς εὐδαίμονα· Ἀλέ- ξανδρος δὲ κατεγέλασεν ὡς κακοδαίμονος καὶ μακρὰς ἀσχολίας ἐχούσης, ὥστε καὶ τὸν κίονα, ἐν ᾧ ταῦτα ἐγέγραπτο, καθελεῖν προσέταξεν εἰπὼν πρὸς τοὺς φίλους· ῾ οὐδαμῶς συμφέρει τοῖς βασιλεῦσιν οὕτως ἀσώτως δειπνεῖν διδάσκεσθαι· ἀνάγκη γὰρ τῇ πολλῇ ἀσωτίᾳ καὶ τρυφῇ πολλὴν ἀνανδρίαν ἕπεσθαι· ὁρᾶτε δὲ καὶ τοὺς τηλικούτων δείπνων πιμπλαμένους ἐν ταῖς μάχαις ταχέως ἡττωμένους.᾿