Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e.3,3)

Φίλιππος ἐπὶ στρατοπέδου Δόκιμον Ταραντῖνον λουτρῷ θερμῷ χρησάμενον τὴν ἡγεμονίαν ἀφείλετο, φήσας ἀγνοεῖν μοι δοκεῖς τὰ τῶν Μακεδόνων, παρʼ οἷς οὐδὲ γυνὴ τεκοῖσα θερμῷ λούεταιʹ.

Φίλιππος ἐν Χαιρωνείᾳ παρατασσόμενος Ἀθηναίοις [*](338) εἴξας ἐνέκλινεν. στρατηγὸς Ἀθηναίων Στρατοκλῆς ἐκβοήσας οὐ χρὴ ἀποστῆναι προσκειμένους, ἕως ἂν τοὺς πολεμίους κατακλείσωμεν ἐς Μακεδονίανʼ οὐκ ἀνῆκε διώκων. Φίλιππος εἰπὼν οὐκ ἐπίστανται νικᾶν Ἀθηναῖοιʼ ἐπὶ πόδα ἀνεχώρει συνεσπασμένην ἔχων τὴν φάλαγγα καὶ ἐντὸς ὅπλων πεφυλαγμένος. μετʼ ὀλίγον ὑπερδεξίων τόπων λαβόμενος, παραθαρρύνας το πλῆθος, ἀναστρέψας εὐρώστως ἐμβάλλει τοῖς Ἀθη- ναίοις καὶ λαμπρῶς ἀγωνισάμενος ἐνίκησεν.

[*](e.3,4)

Φίλιππος ἐπὶ Θηβαίους ἐστράτευεν. Ἀέροπος καὶ [*](338) Δαμάσιππος ἡγεμόνες ἀπὸ πανδοκείου μισθωσάμενοι ψάλτριαν ἐς τὸ στρατόπεδον εἰσήγαγον. οὐ μὴν ἔλαθον [*](Cap. 2 De fontibus cf J. p. 602—605.) [*](3 κλῄζειν vulg.; κλῄσειν F || 6 Δόκιμον Cas. Κ coll 4, 6, 7; δόκιμον F vulg. || 7 θερμῷ om. H || 8 τὰ τῶν Μακεδόνω ν H; τὰ Μακεδόνων F || 10 Χαιρωνίᾳ F || 11 Στρατοκλῆς F ut Aeschin. adv. Ctes. § 143 ; Λυσικλῆς Diod. 16, 88; ceterum cf. 8, 40, ubi Polyaenus heagenem illud exlamasse tradit 15 συνεσπασαέ- νην F, cf. oppositum φάλαγγα διεσπασμένην 5, 44, 4; συνε- σπειραμένην R et K 16 πεφυλαγμένους Patakis 17 ὀλίγων F.)

160
Φίλιππον, ἀλλὰ καταμαθὼν ἄμφω τὼ ἡγεμόνε τῶν ὅρων τῆς αὑτοῖ βασιλείας ἐξεκήρυξεν.

[*](342–339)

Φίλιππος πρέσβεις ἔπεμψεν ἐς πολεμίων Θρᾳκῶν [*](e.54,10) πόλιν. οἱ μὲν ἐκκλησίαν συνήγαγον καὶ τοὺς πρεσ- βευτὰς ἐκέλευον ἀγορεύειν, καὶ ἦν ἁπάντων σπουδὴ περὶ τὴν ἀκρόασιν ὧν ἀγγελοῦσι. Φίλιππος ἐν τῷ καιρῷ τούτῳ μὴ προσδοκῶσιν ἐπιθέμενος τῆς πόλεως ἐκράτησεν.

Φίλιππος ἤτησε παρὰ τῶν πολεμίων Ἰλλυριῶν νεκροὺς ὑποσπόνδους. τῶν δὲ δόντων, ἡνίκα οἱ ἔσχατοι ἐκομίζοντο, σημήνας ἀφυλάκτοις ἐπῆλθεν.

Φίλιππος ἐν παλαίστρᾳ καὶ Μηνηγέτης ὁ παγ- κρατιαστὴς ἐκυλίοντο· οἱ στρατιῶται κύκλῳ περιστάντες κατεβόων τὴν μισθοφορὰν ἀπαιτοῦντες. οὐκ ἔχων ὁ Φίλιππος προσῆλθεν ἱδρῶτι ῥεόμενος, κεκονιμένος, προσμειδιάσας αὐτοῖς δίκαια᾿, ἔφη, λέγετε, ὦ συστρα- τιῶται, ἀλλά τοι κάγ διὰ τοῦτο νῦν ἐπὶ τὸν βάρβαρον ἀλείφομαι, ὅπως ὑμῖν πολλαπλασίως ἀποτίσαιμι τὰς χάριτας᾿. ταῦτα εἰπὼν καὶ ταῖν χεροῖν κροτῶν, διὰ μέσων δραμὼν, ἐς κολυμβήθραν ἐπέρριψεν ἑαυτὸν, καὶ οἱ Μακεδόνες ἐγέλασαν. ὁ Φίλιππος μέχρι τοσούτου δια- βαπτιζόμενος πρὸς τὸν παγκρατιαστὴν καὶ κατὰ τοῦ προσώπου ῥαινόμενος οὐκ ἀνῆκεν, ἔστʼ ἂν οἱ στρα- τιῶται καμόντες ἀπερρύησαν. τοῦ στρατηγήματος τούτου καὶ αὐτὸς Φίλιππος παρὰ τοὺς πότους ἐμέ- [*](1 καταμαθὼν Hertlein; καὶ μαθὼν F: cf. 3, 9, 19. 4, 3, 29 etc. 6 ἀγγελοῦσι P; ἀγγέλουσιν F; ἀγγέλλουσι MD 10 δόντων F] διδόντων vulg. 11 σημήνας F ] σημάνας M 15 προῆλθεν Patakis κεκονημένος F 16 [ καὶ ] προσμειδιάσας K συστρα- τιῶται F] στρατιῶται M cf. 4, 14. 8, 23, 15. 16. 22 18 πολ- λαπλασίας R 20 ἐπέρριψεν Κ, Patakis; ἀπέρριψεν F ἑαυτὸν F add in marg. pr m. ut videtur 23 ἀνῆκεν Cas.; ἀνῆγεν F.)

161
μνητο πολλάκις, ὡς ἀστείως διακρουσάμενος τοὺς ἀπαι- τοῦντας.

[*](e.18,3)

Φίλιππος ἐν Χαιρωνείᾳ γιγνώσκων τοὺς μὲν Ἀθη- [*](338) ναίους ὀξεῖς καὶ ἀγυμνάστους, τοὺς δὲ Μακεδόνας ἠσκηκότας καὶ γεγυμνασμένους, ἐπὶ πολὺ τὴν παράταξιν ἐκτείνας ταχέως παρέλυσε τοὺς Ἀθηναίους καὶ εὐχει- ρῶώτους ἐποίησε.

[*](e.49,1)

Φίλιππος ἐπὶ τὴν Ἀμφισσέων ἐστράτευεν· Ἀθη- [*](338) ναῖοι καὶ Θηβαῖοι τὰ στενὰ προκατελάβοντο, καὶ ἦν ἡ δίοδος ἀμήχανος. ἐξαπατᾷ τοὺς πολεμίους Φίλιππος ἐπιστολὴν πεπλασμένην Ἀντιπάτρῳ πέμψας ἐς Μακε- δονίαν, ὡς τὴν μὲν στρατείαν τὴν ἐπʼ Ἀμφισσεῖς ἀνα- βάλοιτο, σπεύδοι δὲ ἐς Θρᾴκην πεπυσμένος τοὺς ἐκεῖ νεωτερίζειν. ὁ γραμματοφόρος [διῄει] διὰ τῶν στενῶν. οἱ στρατηγοὶ, Χάρης καὶ Πρόξενος, αἱροῦσιν αὐτὸν καὶ τὴν ἐπιστολὴν ἀναγνόντες πιστεύουσι τοῖς γεγραμ- μένοις καὶ τὴν φυλακὴν τῶν στενῶν ἀπολείπουσι. Φίλιππος δὲ λαβόμενος ἐρημίας ἀφυλάκτως διεξεπαί- σατο καὶ τοὺς στρατηγοὺς ἀναστρέψαντας ἐνίκησε καὶ τῆς Ἀμφίσσης ἐκράτησεν.

[*](e.4,4)

Φίλιππος οὐκ ἐλάττω διʼ ὁμιλίας ἢ διὰ μάχης κατειργάζετο. καὶ νὴ Δία μεῖζον ἐφρόνει ἐφʼ οἷς διὰ τῶν λόγων ἐκτᾶτο ἢ διὰ τῶν ὅπλων· τῶν μὲν γὰρ [*](Cap 2. § 7 Cf. Front strat 2, 1, 9; lustin. 9, 3, 9.) [*](Cap. 2. § 8 Cf. Front. strat. 1, 4, 13. U+00AF Schaefer, De- mosth. Il, p. 514 sq) [*](Cap 2. § 9 Cf. Diod. 16, 95, 3.) [*](3 Χερωνίᾳ F || 5 τὸν χρόνον τῆς παρατάξεως H || 6 ἐκλύει H || 12 ἀναβάλοιτο F] ἀναβάλλοιτο C; ἀνεβάλλετο D || 14 [διῄει] Κ || 18 ἐρημίας Sevbold K ; ἠρεμίας F || ἀφυλάκτως | sine periculo V ; ἀσφαλῶς Hertlein || διεξεπαίσατο Hertlein: cf 2, 2, 5 4, 2, 14; transiit V; διεπέμψατο F.)

162
κοινωνεῖν αὐτῷ τοὺς στρατιώτας, τῶν δὲ αὐτῷ μόνῳ μετεῖναι.

Φίλιππος ἤσκει τοὺς Μακεδόνας πρὸ τῶν κινδύνων, ἀναλαβόντας τὰ ὅπλα τριακόσια στάδια πολλάκις ὁδεύειν φέροντας ὁμοῦ κράνη, πέλτας, κνημίδας, σαρίσας καὶ μετὰ τῶν ὅπλων ἐπισιτισμὸν καὶ ὅσα σκεύη καθημε- ρινῆς διαίτης.

[*](344)

Φίλιππος ἀφικόμενος ἐς Λάρισαν, ἴνα τινὰς τῶν [*](e.36,5) Ἀλευαδῶν ἔξω οἰκίας καθέλοι, νοσεῖν ὑπεκρίνατο, ὅπως ἐσιόντας αὐτοὺς ὡς ἐπισκεψομένους συλλάβῃ. Βοΐσκος ἐξήγγειλε τοῖς Ἀλευάδαις τὴν ἐπίθεσιν, καὶ διὰ τοῦτο τέλος οὐκ ἔσχεν ἡ πρᾶξις.

[*](344)

Φίλιππος ήξίωσε Σαρνουσίοις ἐκκλησιάζουσι δια- λεχθῆναι. οἱ μὲν συνήεσαν· τοῖς δὲ στρατιώταις παρήγγελτο ἱμάντας ὑπὸ μάλης κομίζειν. ἐπεὶ δὲ ὁ Φίλιππος ἀνέτεινε τὴν δεξιὰν ὡς δημηγορήσων, τοῦτο ἦν ἄρα σημεῖον τοῖς στρατιώταις τοῦ δῆσαι πάντας τοὺς παρόντας. οὕτω Σαρνούσιοι δεθέντες ἐς Μακε- δονίαν ἤχθησαν πλείους μυρίων.

[*](342–339)

Φίλιππος διωκόμενος ὑπὸ Θρᾳκῶν παρήγγειλεν, [*](e.46,8) ἐπειδὰν ὁ σαλπιγκτὴς φεύγειν σημήνῃ, τοῖς μὲν οὐρα- [*](Cap. 2. § 11 Cf Schaefer, Demosth II, p. 324, not. 6.) [*](Cap. 2. § 12. Cf Schaefer, Demosth II, p. 323, not. 2; Drpusem I, 1, p 157.) [*](1 αὐτῷ μόνῳ προσεῖναι τὸ κλέος H || 3 πρὸ τῶν R; τρόπῳ F || 4 ἀναλαβόντας vulg. ex V assumptis armis; ἀναλαμβάνοντας F || ὁδεύειν Patakis ex V ; ὁδεύοντας F || 5 σαρίσσας Vulg ; ceterum cf. Droysen I, 1, p 167, not. 3 || 8 Λάρισαν F] Λάρισσαν ceteri || τινὰς τῶν Ἀλευαδῶν ἔξω οἰκίας A Baumeister; τὰς τῶν Ἀλευά- δων ἐξ οἰκίας F H; τοὺς ἐκ τῆς τῶν Ἀ οἰκίας Κ || 10 συλλάβῃ F] σι λλάβοι vulg. || 14 συνήεσαν K; συνίεσαν F || 15 παρήγγελτο Κ ; παρηγγέλετο F || 17 τὸ σημεῖον M || 18 οὕτω Σαρνούσιοι Massv.; οὕτω Σαρνούντιοι M ; οὕτως ἀρούντιοι F.)

163
γοῦσι προβαλλομένοις μένειν, τοῖς δὲ ἄλλοις φεύγειν, ὅπως τοὺς μὲν πολεμίους ἐπιστήσειε διώκοντας, τοῖς δὲ οἰκείοις προλαβεῖν τῆς ὁδοῦ παράσχοι.

[*](e.46,9)

Φίλιππος τὰς παρόδους τῆς Βοιωτίας Βοιωτῶν [*](339/338) φυλαττόντων — ἦν δὲ στενὸς ὅρους αὐχήν U+00AF οὐκ ἐπὶ τοῦτον ὥρμησεν, ἀλλὰ τήν τε χώραν πυρπολῶν καὶ τὰς πόλεις πορθῶν φανερὸς ἦν. Βοιωτοὶ δὲ οὐχ ὑπο- μένοντες ὁρᾶν τὰς πόλεις πορθουμένας κατέβησαν ἀπὸ τοῦ ὅρους. Φίλιππος ὑποστρέψας διὰ τοῦ ὄρους διεξεπαίσατο.

[*](e.54,11)

Φίλιππος τοῖς Μεθωναίων τείχεσι κλίμακας προσ- [*](353) ήγαγεν καὶ διʼ αὐτῶν πολλοὺς Μακεδόνας ἀνεβίβασε πολιορκητάς. ἐπεὶ δὲ ἀνέβησαν ἐπὶ τὰ τείχη, ἀφεῖλε τὰς κλίμακας, ὅπως ἐλπίδα τοῦ καταβῆναι μὴ ἔχοντες προθυμότερον τῶν τειχῶν κρατήσειαν.

Φίλιππος ἐνέβαλεν εἰς τὴν Ὀρβηλίων χώραν· ἡ [*](356) δέ ἐστι φαραγγώδηc καὶ δασεῖα. καταδυομένων τῶν βαρβάρων ἐς τὰ ἄλση καὶ τοὺς θάμνους, θηρευτικὰς κύνας πολλὰς ἐξήγαγεν, αἴ τοὺς πολεμίους ἐξιχνεύουσαι τοὺς πλείστους αὐτῶν ἐθήρευον.

Φίλιππος Ἀμφίπολιν ἀπαιτούμενος ὑπὸ Ἀθηναίων, [*](359) ὁμοῦ δὲ καὶ Ἰλλυριοῖς πολεμῶν οὐκ ἀπέδωκεν, ἀλλʼ ἀφῆκεν ἐλευθέραν· Ἀθηναῖοι δὲ ἠγάπησαν τὸ ἐλευ- θέραν ἀφεῖσθαι. Φίλιππος, ὁπότε τῶν Ἰλλυριῶν κρα- [*](Cap. 2. § 14. Cf. Schaefer, Demosth. II, p. 529.) [*](Cap. 2. § 16. De tempore cf. Schaefer, Demostb. II, p. 25.) [*](1 προβαλλομένοις FH]  προβαλομένοις Cas || 5 αὐχὴν ὄρους H || 10 διεξεπαίσατο (διεξεπέσατο F) Wesseling ad Diod 17, 28; διεξιππεύσατο vulg.: cf 2, 2, 5 5, 16, 5; ἀνεχώρησεν H ||16 Ὀρ- βηλίων  Wesseling ad Diod. 20, 19; Ἀρβηλίων F || 20 αὐτῶν vulg : αὐτοὺς F.)

164
τήσας μείζω δύναμιν ἐκτήσατο, τηνικαῦτα πάλιν Ἀμφίπολιν κατέσχεν Ἀθηναίων καταφρονήσας.

[*](356)

Φίλιππος ἐπολιόρκει Φαρκηδόνα πόλιν Θεσσαλι [*](e.54,12) κήν· Φαρκηδόνιοι παρέδωκαν τὴν πόλιν. ὡς δὲ εἰσ- ῆλθον οἱ Φιλίππειοι μισθοφόροι, περιπταίουσιν ἐνέδρᾳ· πολλοὶ γὰρ ἀπὸ τῶν στεγῶν καὶ τῶν πύργων ἔβαλλον καὶ ἠκόντιζον. Φίλιππος προς τὴν ἐνέδραν ὀξέως ἀντεστρατήγησεν. Ἦν τὰ ὄπισθεν τῆς πόλεως ἔρημα τῶν πολιτῶν συνδραμόντων ἐπὶ τὴν ἐνέδραν. κατὰ ταῦτα τοὺς Μακεδόνας προσβάλλειν ἐκέλευσε καὶ προσ- τιθέναι κλίμακας. ἀναβάντων δὲ ὑπὲρ τό τεῖχος, οἱ Φαρκηδόνιοι τοῦ βάλλειν τοὺς μισθοφόρους ἀποσχό- μενοι σπουδῇ ἔθεον ἀμυνούμενοι τοὺς τειχοκρατοῦντας. οἱ δὲ, πρὶν ἥκειν εἰς χεῖρας, ἤδη τῆς πόλεως ἐκράτουν.

[*](356)

Φίλιππος ποθῶν κτήσασθαι Θεσσαλίαν αὐτὸς μὲν φανερῶς οὐκ ἐπολέμει Θλεσσαλοῖς· Πελινναίων δὲ πολε- μούντων Φαρσαλίοις καὶ Φεραίων Λαρισαίοις, τῶν δὲ ἄλλων ἐς τούτους διῃρημένων, ἀεὶ προσεβοήθει τοῖς καλοῦσι. νικῶν δὲ οὐκ ἀναστάτους ἐποίει τοὺς ἡττω- μένους, ὅπλα οὐ παρῃρεῖτο, τείχη οὐ κατέβαλλε, τὰς στάσεις ἔτρεφε μᾶλλον ἢ ἔλυεν, τῶν ἀσθενεστέρων ἐπεμελεῖτο, τοὺς δυνατωτέρους καθῄρει, τοῖς δήμοις φίλος ἦν, τοὺς δημαγωγοὺς ἐθεράπευεν. τούτοις τοῖς στρατηγήμασι Φίλιππος ἐκράτησε Θεσσαλίας, οὐ τοῖς ὅπλοις.

[*](Cap. 2. § 18 Cf Theopompi fr. 87 (Müller). U+00AF Schaefer, Demosth. II, p 25, not. 4.)[*](3 sq. Φαρκηδόνα Wesseling ad Diod. 18, 62, O. Müller, Dor. I, 23; Φαλκιδόνα et Φαλκιδόνιοι F (id. v. 12) 5 Φιλίππιοι F 8 ἔρημα p; ἡρέμα F 16 Πελληναίων F; corr. Cas. 20 κατέ- βαλλε Herilein, Lahnii annal 1867, p. 606; κατέβαλε L.)
165

Φίλιππος πολιορκῶν χρόνῳ μακρῷ ἱαρᾶς ἐχυρὸν χωρίον, ἑλεῖν οὐχ οἷός τε ὥν, ἀποχωρῆσαι βουλόμε- νος ἀσφαλῶς καὶ τὰ ὄργανα τῆς πολιορκίας περισώ- σασθαι, νύκτα σκοτεινὴν παραφυλάξας ἐκέλευσε τοῖς μηχανοποιοῖς διαλύειν μὲν τὰ ὄργανα, μιμεῖσθαι δὲ κτύπον οἷος ἄν γένοιτο συμπηγνύντων. οἱ δὲ ἐν ταῖς Κάραις ἀκούσαντες τοῦ κτύπου τὰς πύλας ἔνδοθεν ἀσφαλέστερον ἀπέκλειον καὶ τοῖς μηχανήμασιν ἀντι- μῆχανήματα ηὐτρέπιζον. Φίλιρτπος δὲ περὶ ταῦτα ἀσχολουμένων διὰ νυκτὸς αὐτοῖς μηχανήμασιν ἀφα- νὴς ἦν.

[*](e.30,3)

Φίλιππος ἐπολιόρκει Bυζαντίους ἔχοντας οὐκ [*](339) ὀλίγην χεῖρα συμμάχων. τούτους ἀπολιπεῖν τὴν συμ- μαχίαν ἐτεχνάσατο πέμψας αὐτομόλους ἀγγέλλοντας, ὡς αἱ πόλεις αὐτῶν ὑπὸ Φιλίππου πολιορκοῖντο πέμ- ψαντος ἄλλας δυνάμεις ἐκεῖ, καὶ οὐ μακρὰν ἁλαώσεως αἱ πόλεις. οἱ μὲν ταῦτα ἤγγελλον, Φίλιππος δὲ φανε- ρὸς ἦν διαπέμπων μέρη τῆς στρατιᾶς ἄλλο ἀλλαχοῦ εἰς δόκησιν , οὐκ ἐπὶ πρᾶξιν. οἱ σύμμαχοι ταῦτα ὁρῶντες καὶ ἀκούοντες ἀπολιπόντες Βυζαντίους ἐπὶ τὰς αὐτῶν πατρίδας ἐστέλλοντο.

[*](e.57,11)

Φίλιππος τὴν Ἀβδηριτῶν καὶ Μαρωνιτῶν κατα- [*](352) δραμὼν ἐπανῄει καὶ ναῦς ἔχων πολλὰς καὶ στρατιὰν [*](Cap. 2 § 20. Cf. Droysen, Zeitschr. f. Altertumsw. 1839, p. 717; Schaefer, Demostn. II, p 486, not. 2.) [*](Cap. 2. § 21 Front. strat 1, 4, 13. U+00AF Schaefer, Demostn. II, p. 481, not. 2.) [*](1 Κάρας F; Καρδίαν Blume; Φερὰς dubitanter W coll. Diod 16, 37 52. 20, 110 et Demostn Olynth 1, 13, sed cf. J. p. 604 || 6 κτύπον οἶος vulg ; κτυπούμενοι οἷς F || 7 Κάρραις F || 9 εὐτρέπιζον F: cf. 5, 3, 7 (ηὐξάμην) 7,1 12 (ηὔξατο || 14 ἐτεχνάσατο F || ἀγγέλοντας F || 15 πέαψας F, corr vulg || 22 Ἀβδηρητῶν F || καταδραμὼν ut 3, 11, 5 Hertlein; καταλαβὼν F || 23 ἐπανίει F.)

166
πεζὴν ἄγων· Χάρης περὶ Νέαν πόλιν ἐναυλόχει τριή- ρεις ἔχων εἴκοσι. Φίλιππος ἐπιλεξάμενος τῶν νεῶν τέσσαρας τὰς ἄριστα πλεούσας ἐπλήρωσεν ἐρετῶν ἀκμῇ καὶ τέχνῃ καὶ ῥώμῃ ἀρίστων, καὶ παράγγελμα ἔδωκε, προαναχθῆναι τοῦ στόλου παντὸς καὶ παραπλεῖν τὴν Νέαν πόλιν οὐ πολὺ τῆς γῆς ἀπέχοντας. οἱ μὲν παρ- έπλεον· ὁ δὲ Χάρης ὡς ἀναρπασόμενος τὰς τέσσαρας ναῦς ἐπανήχθη ταῖς εἴκοσιν. αἱ δὲ τέσσαρες, ἐλαφραὶ καὶ ἀρίστους ἐρέτας ἔχουσαι, ταχέως ἐς τὸ πέλαγος μετεωρίζονται, τῶν δὲ ἀμφὶ τὸν Χάρητα συντεταμέ- νως διωκόντων ἔλαθεν ὁ Φίλιππος Νέαν πόλιν ἀσφα- λῶς παραπλεύσας· Χάρης δὲ οὐδὲ τὰς τέσσαρας ναῦς κατέλαβεν.