Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

15

Ἀκούης Λακεδαιμονίων Τεγέαν προδοσίᾳ νύ- κτωρ καταλαβομένων τοῖς ἰδίοις ὁπλίταις ἔδωκε σύν- θημα κτείνειν τοὺς τὸ σύνθημα ἐρωτῶντας. οἱ μὲν δὴ Ἀρκάδες οὐκ ἐπηρώτων· οἴ δὲ Σπαρτιᾶται ὡς ἐν νυκτὶ ἀγνοοῦντες καὶ διὰ τοῦτο ἐρωτῶντες ὑπὸ τῶν Ἀρκάδων ἀνῃροῦντο.