Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

14

Προκλῆς καὶ Τήμενος Ἡρακλεῖδαι Εὐρυσθείδαις [*](e.18,1) κατέχουσι τὴν Σπάρτην ἐπολέμουν. Ἡρακλεῖδαι μὲν δὴ ἔθυον τῇ Ἀθηνᾷ τῷν ὁρίων ὑπερβατήρια, Εὐρυ- σθεῖδαι δὲ ἄφνω προσέπιπτον ἐς μάχην· οὐ μην ἡρέ θησαν Ἡρακλεῖδαι, ἀλλὰ τοὺς αὐλητὰς, ὡς εἶχον, ἡγεῖσθαι κελεύουσιν. οἱ μὲν τοῖς αὐλοῖς ἐμπνέοντες ἡγοῦντο, οἱ δὲ ὁπλῖται πρὸς τὸ μέλος καὶ τὸν ῥυθμὸν ἐμβαίνοντες ἄρρηκτοι τὴν τάξιν ἐγένοντο καὶ τοὺς πολεμίους ἐνίκησαν. ἡ πεῖρα ἐδίδαξε τοὺς Λάκωνας τὸν αὐλὸν ἔχειν ἀεὶ στρατηγὸν ἐν ταῖς μάχαις. αὐλὸς ἡγεῖται Λακώνων ἐς πόλεμον ἰόντων καὶ τὸ ἐμβατή- ριον αὐλὸς ἐνδίδωσι τοῖς μαχομένοις. οἶδα ἐγώ καὶ τὸν θεὸν ἀνελόντα νίκην Λάκωσιν, ἔστ’ ἄν πολεμῶσι μετά αὐλητῶν καὶ μὴ πρὸς αὐλητάς. τὸ λόγιον ἤλεγ- ξεν ἐν Λεύκτροις ἡ μάχη. ἐν γὰρ δὴ Λεύκτροις αὐ- λητῶν οὐχ ἡγουμένων οἱ Λάκωνες παρετάξαντο πρὸς Θηβαίους, οἷς πάτριον ἀσκεῖν αὐλητικὴν, ὥστε δῆλος ἦν ὁ θεὸς προαγορεύσας, ὅτι νικήσουσί ποτε Θηβαῖοι Λάκωνας αὐλῷ μὴ στρατηγουμένους.

[*](Cap. 10. De his disseruerunt Manso, Sparta l, 2, p. 169; Wachsmuth. Iahnii annal. 1868 p. 1 sqq.; Schoemann, Griech. Altertümer I3, p. 576.)[*](2 Εὐρυσθείδαις] ρεστίδαις Manso. cf. J. p. 425 sq. || 4 ὁρίων Pierson p. 223; ὀρείων F ; ὀρέων Cobet; aut ὅρων aut μεθορίων R 5 ᾑρέθησαν, oppressi, victi sunt᾿  Hertlein, quod confirmat F: ἠρέθισαν (ι pro η, εἰ in F saepissime occurrit); ἡρέθησαν etiam Neapoltani duo; ἠρέθεσαν M; ἥρισαν D; ἔδεισαν 14 ἔστʼ ἂν Cas ; εὖτ’ ἂν F.)