Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e.12,2)

Θεσσαλὸς Βοιωτῶν τῶν Ἄρνην οἰκούντων Θεσ- σάλοις πολεμούντων τέχνῃ ἐκράτησεν ἄνευ μάχης. νύκτα παραφυλάξας ἀσέληνον καὶ σκοτεινὴν ἐκέλευσε τοὺς στρατιώτας διασπαρέντας ἀνὰ τὸ πεδίον ἄλλον ἀλλαχοῦ κατὰ κορυφὰς τῶν ὀρῶν δᾷδας καὶ λυχνού- χους ἀνάπτειν καὶ μετεωρίζειν καὶ πάλιν οὖ καθαιρεῖν. οἱ Βοιωτοὶ τὴν ὄψιν τοῦ πυρὸς ὥσπερ ἀστραπὰς κυ- κλουμένας ἰδόντες ἐδεδίξαντο καὶ πρὸς ἱκεσίαν τῶν Θθεσσαλῶν ἐτράποντο.