Fabulae Aesopeae

Babrius

Babrius. Babrii Fabulae Aesopeae. Crusius, Otto, editor. Leipzig: Teubner, 1897.

(119)

  • Ἑρμείῃ ξυλίνῳ τις ἐπηύχετο καὶ ξύλον ἦεν.
  • εἶτά μιν ἀείρας χαμάδις βάλε, τοῦ δʼ ἀπὸ χρυσὸς
  • ἔρρευσεν καταγέντος. ὕβρις πόρε πολλάκι κέρδος.
  • Γρηγορίου τοῦ θεολόγου.
  • Εἰ δʼ ἄγε σοι καὶ μῦθον ἐοικότα μυθολογήσω
  • αἴσχεσιν ὑμετέροις. ἡ πολιὴ δὲ λάλον.
  • Ἄκριτον ἦν τὸ πάροιθε βροτῶν γένος, ὅς τε φέριστος
  • ὅς τε χερειότερος, ὡς φάτις ὠγυγίη.
  • πολλοὶ μὲν δοκέεσκον ἀνάρσιοι ὄντες ἄριστοι,
  • πολλοὶ δʼ αὖτʼ ἀγαθοὶ ἔμπαλιν ἀφραδέες.
  • κῦδος ἀτιμοτάτοισιν, ἀτιμίη δέ τʼ ἀρίστοις
  • ἕσπετο οὔτι δίκῃ τῶνδʼ ἐπαμειβομένων.
  • ἀλλʼ οὐ λῆθεν ἄνακτα θεὸν κακίη μεδέουσα,
  • [*](24 Anthol. Planud. IV 187, 12 p. 328 (Auth. Iacobs II 682); cum Babrio 119 composuit Hauptius, Herm. VII 180 = opusc. III 577. A mythicorum poeta hos versus profectos esse non contendo; nimia enim sermonis est brevitas atque correptarum syllabarum in fine admissarum frequentia.)[*](25 Greg. Naz. poem. moral. 29, 187 sqq. p. 574 sq. Patrol. XXXVII, III p. 898 M (Cor. 386))
    224
  • ὀψὲ δʼ ἀλαστήσας τοῖον ἔειπεν ἔπος·
  • „οὐ θέμις ἔστʼ ἀγαθοῖσιν ὁμὸν κλέος ἠδὲ κακοῖσιν
  • ἔμμεναι· ὧδʼ ἂν ἔοι πλειοτέρη κακίη.
  • τοὔνεκα τοῖσιν ἐγὼ σημήϊον ἐσθλὸν ὀπάσσω,
  • ὄφῤ εὖ γινώσκηθ᾿  ὃς κακὸς ὅς τʼ ἀγαθός·“
  • ὣς εἰπὼν ἐρύθηνε παρήϊα τοῖς ἀγαθοῖσιν
  • αἷμ᾿  ὑπὸ δέρμα χέας αἴσχεος ὀρνυμένου·
  • θηλυτέραις δὲ μάλιστα, ἐπεὶ καὶ εἶδος ἀραιαί
  • καὶ κραδίην ἁπαλαί, πλεῖον ὑπεσκέδασε.
  • τοῖς δὲ κακοῖσιν ἔπηξε καὶ ἄτροπον ἔνδον ἔθηκε·
  • τοὔνεκεν οὐδʼ ὀλίγον αἴσχεσι συμφέρεται.
  • [*](25, 200 γινώσκῃς M || Poematium mythicorum gemellum; ad v. 206 cf. myth. 20, v. 50.)[*](Non admisi Anthologiae quaedam poematia, qualia ipse Babrius imitatus esse videtur; praeter exempla fabulis eius 150.151. 181 subscripta cf. Bian Anth. Pal. IX 273 = Aphth. 4 Fur. 202 cf. p. 200. 248 extr., Philipp. Leon. Plat. IX 11 sqq.)